Ancient Greek · ~7 min
Book 29, lines 29.146-29.192
Nonnus of Panopolis, Διονυσιακά 29.146-192
Not analysed yet
ὠτειλῆς τύπον ἄλλον ἐσέδρακον· ἐν πολέμοις γὰρ
ἄλλος ἀνὴρ κενεῶνα τυπεὶς φοινίσσεται αἰχμῇ,
ἄορι δʼ ἄλλος ἔχει παλάμης πόνον, ὃς δὲ βελέμνῳ
εἰς λαπάρην, ἕτερος δὲ διʼ οὔατος· ἐν κραδίη δὲ
λοίγιον ἕλκος ἔχοντι συνουτήθην Ὑμεναίῳ.
εἶπε καὶ ἐπτοίητο παρακλιδὸν ὄμματι λοξῷ
ὠτειλὴν χαρίεντος ὀπιπεύων Ὑμεναίου.
μηρῷ δʼ ἔνθα καἰ ἔνθα φιλεύιον ἄνθος ἑλίξας,
λευκὸν ἐρευθομένῳ διδυμόχροον ἕλκος ἀφάσσων,
κοῦρον ἀνεζώγρησεν ἑῷ παιήονι κισσῷ,
οἶνον ἀλεξητῆρα περιρραίνων Ὑμεναίῳ.
ὡς δʼ ὅτʼ ὀπὸς ταχυεργός, ἐπειγόμενος γάλα πῆξαι,
χιονέης κυκόων ἀπαμείρεται ὑγρὸν ἐέρσης,
ὄφρά μιν ἐντύνειε πεπηγμένον αἰπόλος ἀνὴρ
κυκλώσας ταλάροιο τύπῳ, τροχοειδέι ταρσῷ·
ὣς ὅ γε φοίνιον ἕλκος ἀκέσσατο Φοιβάδι τέχνῃ·
καὶ νέος ἀρτεμέων παλινάγρετον εἶχεν Ἐνυώ,
χειρὸς ἀκεσσιπόνοιο Διωνύσοιο τυχήσας.
καὶ βέλος ἠερόφοιτον ἑκηβόλον εἰς σκοπὸν ἕλκων
τόξα πάλιν κύκλωσε, τιτυσκόμενος δὲ βελέμνῳ
ἀντίδοτον πόρεν ἕλκος ὀιστοβόλῳ Μελανῆι.
καὶ θρασὺς ἔσσυτο κῦρος· ἐφεσπόμενος δὲ Λυαίῳ
αἰεὶ φῶτας ἔβαλλε καὶ οὐκέτι λείπετο Βάκχου.
ὡς δʼ ὅτε τις σκιόεις τύπος ἀνέρος, ἄπνοος ἕρπων,
ἀγχιφανὴς ἀχάρακτος ὁμόδρομος ἀνδρὸς ὁδεύει,
καί οἱ ἀεὶ σπεύδοντι συνέσπεται, ἱσταμένου δὲ
ἵσταται, ἑζομένου δὲ παρέζεται, ἐν δὲ τραπέζῃ
μιμηλαῖς παλάμῃσι συνέμπορος εἰλαπινάζει·
ὥς ὅ γε κοῦρος ἔμιμνεν ὁμόδρομος οἴνοπι Βάκχῳ.
οὐδὲ μάχης Διόνυσος ἐλώφεεν· ἀλλὰ τορήσας
μεσσοπαγῆ κούφιζε πεπαρμένον ἀνέρα θύρσῳ
ὄρθιον ὑψιπότητον, ἐν ἠερίῃ δὲ κελεύθῳ
Ἰνδὸν ἐλαφρίζων ζηλήμονι δείκνυεν Ἥρῃ.
καὶ τελέων τρισσῇσιν ἐπωνυμίῃσιν Ἐνυὼ
θεῖος Ἀρισταῖος, δεδαημένος Ἄρεος Ἀγρεύς,
ὡς Νόμιος πολέμειζε καλαύροπα χερσὶ τινάσσων,
νυμφίος Αὐτονόης ἑκατηβόλος· ἐν δὲ κυδοιμοῖς
τόξον ἔχων κλυτότοξον ἑὸν μιμεῖτο τοκῆα,
θάρσος ἔχων ὑπέροπλον ὀιστοβόλοιο τεκούσης,
Κυρήνης προτέρης Ὑψηίδος· αἰνομανῆ δὲ
δέσμιον ἐζώγρησεν ἀνάρσιον ἄτρομος Ἀγρεύς
ἀγρεύσας ἅτε θῆρα· καὶ ἀντιβίων ὀλετῆρα
ἠθάδι χειρὶ τίταινε βαρὺν λίθον, οἷον ἐρείσας
πιαλέης ἔθλιψε χυτὰς ὠδῖνας ἐλαίης·
δυσμενέας δʼ ἐφόβησεν ἀγήνορος ἠθάδι ῥόμβῳ,
σείων χαλκὸν ἐκεῖνον, ὅν ἐν παλάμῃσι τινάσσων
φοιταλέης ἐφόβησε μεμηνότα κέντρα μελίσσης.