Ancient Greek · ~8 min
Book 29, lines 29.193-29.250
Nonnus of Panopolis, Διονυσιακά 29.193-250
Not analysed yet
Θρηικίης δὲ Σάμοιο πυρισθενέες πολιῆται
Λημνιάδος δύο παῖδες ἐβακχεύοντο Καβειροῦς·
Ἡφαίστου δὲ τοκῆος ἐρευθομένου πυρὸς ἀτμῷ
συγγενέας σπινθῆρας ἀνηκόντιζον ὀπωπαί.
τοῖσι μὲν ἐξ ἀδάμαντος ἔην ὄχος· ἀμφὶ δὲ πῶλοι
χαλκείῃ κροτέοντες ἀρασσομένην κόνιν ὁπλῇ
καρχαλέον χρεμετισμὸν ἀνήρυγον ἀνθερεῶνος,
οὓς γενέτης Ἥφαιστος ἀμιμήτῳ κάμε τέχνῃ
πυρσὸν ἀπειλητῆρα διαπνείοντας ὸδόντων,
οἷα καὶ Αἰήτῃ, βριαρῷ σημάντορι Κόλχων,
χαλκοπόδων μόρφωσε συνωρίδα δίζυγα ταύρων,
τεύχων χερμὰ λέπαδνα καὶ ἔμπυρον ἱστοβοῆα.
Εὐρυμέδων μέν ἔλαυνε, πυριβλήτῳ δέ χαλινῷ
ἔμπυρον ἡνιόχευε σιδηροπόδων γένυν ἵππων·
χειρὶ δὲ Λήμνιον ἔγχος, ὅ περ κάμε πάτριος ἄκμων,
δεξιτερῇ κούφιζεν, ἐπʼ εὐφυέεσσι δὲ μηροῖς
φάσγανον ᾐώρησε σελασφόρον· εἰ δέ τις ἀνήρ,
ἀκροτάτοις ὀνύχεσσι λίθον τινὰ βαιὸν ἀείρας
θηγαλέης ἤρασσε πυρίδρομα νῶτα μαχαίρης,
αὐτόματοι σπινθῆρες ὀιστεύοντο σιδήρου.
Ἄλκων δʼ αἰθαλόεντι συνήρμοσε χεῖρα βελέμνῳ,
πατπῴης Ἑκάτης θιασώδεα πυρσὸν ἑλίσσων.
καὶ φάλαρον σείοντες ἀερσιλόφου τρυσφαλείης
Δικταῖοι Κορύβαντες ἐπεστρατόωντο κυδοιμῷ,
εἰς μόθον οἰστρηθέντες· ἁμιλλητῇρι δὲ χαλκῷ
φάσγανα τυπτομένῃσιν ἐπέκτυπε γυμνὰ βοείαις
σκαρθμοῖς ἀντιτύποισι· φερεσσακέος δὲ χορείης
ῥυθμὸν ἐμιμήσαντο ποδῶν ἑλικώδεϊ παλμῷ,
Ἄρεϊ βακχευθέντες. ὀρεσσαύλων δὲ νομήων
Ἰνδῴη δεδάικτο γονὴ Κουρῆτι σιδήρῳ·
καί τις ἀνὴρ προκάρηνος ἐπωλίσθησε κονίῃ,
εἰσαΐων μύκημα βαρυγδούποιο βοείης.
καί τις ἀερτάζουσα φιλάνθεμον ἔγχος Ἐνυοῦς
Βασσαρὶς ἠκόντιζεν· ἀβακχεύτου δὲ γενέθλης
ἄρσενα πολλὰ κάρηνα δαΐζετο θήλεϊ θύρσῳ.
καὶ λασίῃ παλάμῃ σκοπιὴν λοφόεσσαν ἀείρων
οὔρεος ἄκρα κάρηνα ταμὼν ἐκορύσσετο Ληνεύς,
πέμπων ὀκριόεσσαν ἐπʼ ἀντιβίοισιν ἀκωκήν.
Βάκχη δʼ ἀμφαλάλαζε· καὶ ἀμπελόεντες ὀιστοὶ
κισσοφόρων παλάμῃσιν ἐδινεύοντο γυναικῶν.
ἔνθα μέλος πλέξασα καὶ Ἄρεϊ καὶ Διονύσῳ
Εὐπετάλη κεκόρυστο, φιλοσταφύλῳ δὲ πετήλῳ
κέντορα κισσὸν ἔπεμπεν ἀλοιητῆρα σιδήρου,
Ἰνδῴην δρυόεντι γονὴν ὀλέκουσα κορύμβῳ.
καὶ δηίων κλονέουσα νέφος ῥηφήνορι θύρσῳ
Τερψιχόρη φιλόβοτρυς ἐπεσκίρτησε κυδοιμῷ,
κύμβαλα δινεύονσα βαρύβρομα δίζυγι χαλκῷ·
οὐ τόσον Ἡρακλέης Στυμφηλίδας ἤλασε βόμβῳ
χαλκὸν ἔχων βαρύδουπον, ὅσον στρατὸν ἤλασεν Ἰνδῶν
Τερψιχόρη κτυπέουσα χοροῦ πολεμήιον Ἠχώ.
καὶ Τρυγίη βαρύγουνος ἐλείπετο νόσφιν ὁμίλου
ὑστατίη καὶ ἔπηξε φόβῳ πόδας· οὐδέ τις αὐτῇ
Σειληνῶν παρέμιμνε· λίπον δέ μιν αὐτόθι μούνην
ταρβαλέην, χατέουσαν ἀρηγόνος· ἀκροπότῃ δὲ
χεῖρας ὄρεξε Μάρωνι, Μάρων δʼ ἀπέειπε γεραιήν,
ὅττι χοροὺς ἀνέκοπτε φιλακρήτων Κορυβάντων
καὶ Σατύρων· αἰεὶ δὲ θεοῖς ἠρᾶτο δαμῆναι
γηραλέην ἀνόνητον ὑπʼ ἔγχεϊ Δηριαδῆος·