Ancient Greek
Book 29, lines 29.349-29.381
Nonnus of Panopolis, Διονυσιακά 29.349-381
Not analysed yet
Σικελίης δʼ ἐπίβηθι, παρισταμένους δὲ καμίνῳ
λίσσεό μοι Κύκλωπας· ἀριστοπόνου δὲ καὶ αὐτοὶ
ἴδμονες Ἡφαίστοιο, σοφῶν ζηλήμονες ἔργων,
σοὶ δόλον ἐντύνουσι, καὶ ἀρχαίῳ σέο δεσμῷ
ὁπλότερον τελέσουσιν ὁμοίιον, ὄφρα καὶ αὐτὸς
ἀμφοτέρους δολίῃσιν ἀλυκτοπέδῃσι πιέζων
δήσῃς φῶρα γάμοιο τεῷ ποινήτορι δεσμῷ,
εἰλιπόδην Ἥφαιστον ἐπισφίγξας Ἀφροδίτῃ·
καί σε θεοὶ ξύμπαντες ἐπαινήσουσιν Ὀλύμπου
δέσμιον ἀγρεύσαντα τεῶν συλήτορα λέκτρων.
ἔγρεο, καὶ σὺ γένοιο δολοπλόκος· ἔγρεο, νύμφης
ἁρπαμένης ἀλέγιζε. τί σοι κακὰ Δηριαδῆος;
σιγῇ ἐφʼ ἡμείων, Φαέθων μὴ μῦθον ἀκούσῃ.
ὣς φαμένη πεπότητο. καὶ αὐτίκα κῶμα τινάξας
πρώιον ἀρτιχάρακτον ὀπιπεύων φάος Ἠοῦς
θερμὸς Ἄρης ἀνέπαλτο, Φόβον καὶ Δεῖμον ἐγείρας
ζεῦξαι φοίνιον ἄρμα ταχύδρομον· οἱ δὲ τοκῆι
σπερχομένῳ πείθοντο· καὶ ἀγκυλόδοντι χαλινῷ
Δεῖμος ἐριπτοίητος ἐπισφίγξας γένυν ἵππων
δέσμιον αὐχένα δοῦλον ἐπεσφήκωσε λεπάδνῳ,
ζεύγλην δʼ ἀμφὶς ἔδησεν· Ἄρης δʼ ἐπεβήσατο δίφρου·
καὶ Φόβος ἡνιόχευεν ὄχον πατρῷον ἐλαύνων,
εἰς Πάφον ἐκ Λιβάνου πεφορημένος, ἐκ δὲ Κυθήρων
ἄστατον ἔτραπεν ἄρμα Κεραστίδος εἰς χθόνα Κύπρου·
πολλάκι, πολλάκι Λῆμνον ἐδέρκετο, καὶ πλέον ἄλλων
ζηλήμων σκοπίαζε πυρίπνοον ἐσχαρεῶνα,
Κύπριν ἀνιχνεύων τροχαλῷ ζηλήμονι ταρσῷ,
εἴ μιν ἐσαθρήσειε παρʼ Ἡφαίστοιο καμίνοις,
ὡς πάρος, ἱσταμένην, καὶ ἐδείδιε, μή οἱ ὀπωπὴν
καπνὸς ἀμαλδύνειε μελαινομένης Ἀφροδίτης.
ἔδραμε καὶ μετὰ Λῆμνον ἐς οὐρανόν, ὄφρα σιδήρῳ
νυμφιδίην μακάρεσσιν ἀναστήσειεν Ἐνυώ,
καὶ Διὶ καὶ Φαέθοντι καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ.