Ancient Greek
Book 29, lines 29.302-29.348
Nonnus of Panopolis, Διονυσιακά 29.302-348
Not analysed yet
καὶ θεὸς ἀμπελόεις προκαλίζετο κοίρανον Ἰνδῶν,
μῦθον ἀπειλητῆρα χέων λυσσώδεϊ λαιμῷ·
τίς φόβος; εἰ ποταμοῖο φέρει γένος ὄρχαμος Ἰνδῶν,
οὐρανόθεν λάχον αἷμα· χερειότερος δὲ Λυαίου
Δηριάδης ὑπέροπλος, ὅσον Διός ἐστιν Ὑδάσπης.
ἢν δʼ ἐθέλω, νεφέων σχεδὸν ἵσταμαι· ἢν δʼ ἐθελήσω,
ἵξεται ἰθυκέλευθον ἐμὸν βέλος ἄχρι Σελήνης.
εἰ δὲ μέγα φρονέεις μεθέπων κεραελκέα μορφήν,
εἰ δύνασαι, προμάχιζε βοοκραίρῳ Διονύσῳ.
ὣς φαμένου βρυχηδὸν ἐμυκήσαντο μαχηταί·
ἄλλῳ δʼ ἄλλος ἔριζε συναιχμάζων Διονύσῳ.
αἰγείοις δὲ πόδεσσιν ἐμάρνατο μειλίχιος Πάν,
ὀξὺ δὲ τοξευτῆρος ὅλον κενεῶνα χαράξας
θηγαλέῃ Μελανῆος ἀνέσχισε γαστέρα χηλῇ,
ποινὴν ἕλκος ἔχοντος ἀπαιτίζων Ὑμεναίου,
ὄφρα πυρισφρήγιστον ἐλαφρίσσειεν ἀνίην
ὄμμασιν ἀκλαύτοισιν ὀδυρομένου Διονύσου.
Λυσσήεις δʼ Ἰόβακχος ἐπέδραμε δηιοτῆτι,
καὶ νεφέων ἔψαυσε καὶ ἥψατο χερσὶν Ὀλύμπου,
ἄλλοτε μηκύνων ταναὸν δέμας, αἰθέρι γείτων,
καὶ χθονὶ ταρσὸν ἔπηξε, καὶ ἠέρα τύψε καρήνῳ.
τοῖσι δὲ μαρναμένοισιν ἐπήλυθεν Ἕσπερος ἀστήρ,
λύων Ἰνδοφόνοιο θεμείλια δηιοτῆτος.
Ἄρεϊ δʼ ὑπνώοντι παρίστατο νεύματι Ῥείης
φάσματα ποικίλλουσα δολοπλόκος ὄψις ὀνείρου,
τοῖον ἔπος βοόωσα, νόθῃ σκιοειδέι μορφῇ·
Ἆρες, Ἄρες, σὺ μὲν εὗδε, δυσίμερε, μοῦνος ἰαύων
χαλκοχίτων· Παφίην δὲ τὸ δεύτερον ὑψόθι λέκτρων
ὑμετέρην Ἥφαιστος ἔχει προτέρην Ἀφροδίτην,
ἐκ δὲ δόμων ἐδίωκε Χάριν, ζηλήμονα νύμφην·
ἀρχαίην δὲ δάμαρτα παλίνδρομον εἰς γάμον ἕλκων
αὐτὸς Ἔρως τόξευεν ἀναινομένην Ἀφροδίτην,
Ἡφαίστῳ γενετῆρι φέρων χάριν. ἀλλὰ καὶ αὐτὴ
Ζῆνα μέγαν παρέπεισε πόθων ἀδίδακτος Ἀθήνη,
παρθενικὴ δολόμητις, ὅπως Ἥφαιστον ἀλύξῃ,
μνησαμένη νόθα λέκτρα πεδοτρεφέων Ὑμεναίων,
μὴ προτέρου μετὰ πότμον Ἐρεχθέος ἄρσενι μαζῷ
ἄλλον ἀεξήσειε νεώτερον υἱὸν ἀρούρης.
ἔγρεο, καὶ Θρήισσαν ἰὼν ἐπὶ πέζαν ἐρίπνης
δέρκεο σὴν Κυθέρειαν ἐθήμονος ἔνδοθι Λήμνου,
δέρκεο, πῶς προπύλαια Πάφου καὶ ἐδέθλια Κύπρου
ἄνθεσιν ἐστεφάνωσεν ὁμόστολος ἑσμὸς Ἐρώτων,
Βυβλιάδων δʼ ἐπάκουε μελιζομένων Ἀφροδίτην
καὶ νεαρὴν φιλότητα παλιννόστων ὑμεναίων.
Ἆρες, ἐνοσφίσθης σέο Κύπριδος· ἀνδροφόνον γὰρ
ὁ βραδὺς ὠκὺν Ἄρηα παρέδραμε. μέλπε καὶ αὐτὸς
Ἡφαίστῳ πυρόεντι συναπτομένην Ἀφροδίτην.