Ancient Greek · ~7 min
Book 3, lines 3.150-3.199
Nonnus of Panopolis, Διονυσιακά 3.150-199
Not analysed yet
συκῆς θʼ ἡδυτόκοιο καὶ ἰκμαλέης ἀπὸ ῥοιῆς
καρπὸς ἐρευθιόων ἐπεθήλεεν οἴνοπι καρπῷ
ἀγχιφύτῳ, καὶ μῆλον ἐπήνθεε γείτονι μήλῳ·
πολλὰ δὲ Φοιβείοισι σοφοῖς ποικίλλετο φύλλοις
γράμματα δενδρήεντα φιλοκλαύτων ὑακίνθων·
καὶ Ζεφύρου πνείοντος ἀεξιφύτου διὰ κήπου
ἄστατον ὄμμα τίταινε πόθων ἀκόρητος Ἀπόλλων,
καί, φυτὸν ἡβητῆρος ἰδὼν δεδονημένον αὔραις,
δίσκου μνῆστιν ἔχων ἐλελίζετο, μή ποτε κούρῳ
ζηλήμων φθονέσειε καὶ ἐν πετάλοισιν ἀήτης,
εἰ ἐτεόν ποτε κεῖνον ἐπισπαίροντα κονίῃ
ὄμμασιν ἀκλαύτοισιν ἰδὼν δάκρυσεν Ἀπόλλων,
καὶ τύπος ἀνθεμόεις μορφώσατο δάκρυα Φοίβου
αἴλινον αὐτοκέλευστον ἐπιγράψας ὑακίνθῳ.
ὄρχατος ἔπλετο τοῖος ἐύσκιος· ἄγχι δὲ πηγὴ
δίστομος, ἔνθεν ἔην ναέταις ποτόν, ἔνθεν ἀλωεὺς
ἐξ ἀμάρης ὀχέτευε πολυσχιδὲς ἀγκύλον ὕδωρ
εἰς φυτὸν ἄλλο μετʼ ἄλλο· ῥόος δέ τις ὡς ἀπὸ Φοίβου
ἁβρὰ μελιζομένης ἐπεβόμβεε πυθμένι δάφνης.
καὶ πολὺς εὐποίητος ἐρεισάμενος πόδα πέτρῳ
χρύσεος ἵστατο κοῦρος, ἐναντία δαιτυμονήων
λαμπάδος ἑσπερίης τανύων ἐπιδόρπιον αἴγλην·
πολλαὶ δʼ ἰσοτύπων μελέων τεχνήμονι σιγῇ
χάσμασι ποιητοῖσι σεσηρότος ἀνθερεῶνος
ψευδαλέων σκυλάκων στίχες ἔμφρονες ἄγχι θυράων
ἕστασαν ἔνθα καὶ ἔνθα, καὶ ἀργυρέῳ κυνὶ γείτων
χρύσεος οἰδαίνοντι κύων συνυλάκτεε λαιμῷ
σαίνων ἠθάδα φῶτα· παραστείχοντι δὲ Κάδμῳ
μιμηλῆς ἀπέπεμπε βοῆς ξεινοσσόον Ἠχώ,
ποιητῆς δʼ ἐλέλιζε φιλοστόργου τύπον οὐρῆς.
ὄφρα μὲν εἰσέτι Κάδμος ἐυστρέπτοιο προσώπου
ὄμματα δινεύων διεμέτρεε κῆπον ἀνάκτων
καὶ γλυφίδας καὶ κάλλος ὅλον γραπτοῖο μελάθρου,
λαϊνέων ὁρόων ἀμαρύγματα φαιδρὰ μετάλλων,
τόφρα δὲ καλλείψας ἀγορὴν καὶ νείκεα λαῶν,
φαιδρὸς ἀερσιλόφοιο περὶ ῥάχιν ἥμενος ἵππου,
Ἠμαθίων Θρήισσαν ἔχων Σάμον, Ἄρεος ἕδρην,
μητέρος Ἠλέκτρης Βασιλήιον εἰς δόμον ἔστη,
ὃς τότε μοῦνος ἄνασσε κασιγνήτοιο νομεύων
ἡνία κοιρανίης, ὅτι πάτριον οὖδας ἐάσας
Δάρδανος ἀντικέλευθον ἐνάσσατο πέζαν ἀρούρης,
Δαρδανίην εὔπυργον ἐπώνυμον ἄστυ χαράξας,
Ἰδαίην ἀροτῆρι διαγράψας κόνιν ὁλκῷ·
καὶ ῥόον Ἑπταπόροιο πιὼν καὶ χεύματα Ῥήσου
γνωτῷ κλῆρον ἔλειπεν ἔχειν καὶ σκῆπτρα Καβείρων.
Δάρδανος, Ἠμαθίωνος ἀδελφεός, ὃν Διὸς εὐναὶ
ἤροσαν, ὃν κομέεσκε Δίκη τροφός, εὖτε λαβοῦσαι
σκῆπτρα Διὸς καὶ πέπλα Χρόνου καὶ ῥάβδον Ὀλύμπου
εἰς δόμον Ἠλέκτρης βασιληίδος ἔδραμον Ὧραι
κοιρανίης ἀλύτοιο προμάντιες Αὐσονιήων·