Ancient Greek · ~7 min
Book 3, lines 3.200-3.247
Nonnus of Panopolis, Διονυσιακά 3.200-247
Not analysed yet
καὶ βρέφος ἐθρέψαντο, καὶ ἀτρέπτῳ Διὸς ὀμφῇ
κοῦρος ἀνασταχύων παλιναυξέος ἄνθεμον ἥβης
Ἠλέκτρης λίπεν οἶκον, ὅτε τριτάτου χύσις ὄμβρου
κύμασι πυργωθεῖσα κατέκλυσεν ἕδρανα κόσμου.
πρώτου γὰρ κελάδοντος ἐπειρήθη νιφετοῖο
Ὤγυγος ἠλιβάτοιο διʼ ὕδατος αἰθέρα τέμνων,
χθὼν ὅτε κεύθετο πᾶσα κατάρρυτος, ἄκρα δὲ πέτρης
Θεσσαλίδος κεκάλυπτο, καὶ ὑψόθι Πυθιὰς ἄκρη
ἀγχινεφὴς νιφόεντι ῥόῳ κυμαίνετο πέτρη.
δεύτερος ὄμβρος ἔην, ὅτε κυκλάδος ἄντυγα γαίης
χεύματι λυσσήεντι κατέκρυφε δύσνιφον ὕδωρ,
Δευκαλίων ὅτε μοῦνος ὁμόστολος ἥλικι Πύρρῃ
ὀλλυμένων μερόπων ἐνὶ λάρνακι κοιλάδι τέμνων
χεῦμα παλινδίνητον ἀτεκμάρτου νιφετοῖο
ἠέρος ὑδατόεντος ἕλιξ πορθμεύετο ναύτης.
καὶ τρίτατος Διὸς ὄμβρος ὅτε χθονὸς ἔκλυσεν ἕδρην
καὶ σκοπέλους ἔκρυψεν, Ἀθωιάδος δὲ καὶ αὐτῆς
ἄβροχα Σιθονίης ἐκαλύπτετο νῶτα κολώνης,
ὑψιπόρου τότε χεῦμα διασχίζων νιφετοῖο
Δάρδανος ἀρχαίης ἐπεβήσατο γείτονος Ἴδης.
τοῦ τότε Σιθονίης χιονώδεος ἀρχὸς ἀρούρης
σύγγονος Ἠμαθίων ἀγορὴν βαρύδουπον ἐάσας
θάμβεεν ἀνέρος εἶδος, ἐπεί νύ οἱ ἔμφυτος ἥβη
ἠνορέην καὶ κάλλος ἐμίγνυε σύζυγι μορφῇ,
θάμβεε τηλίκον εἶδος· ἀριφραδέων γὰρ ἀνάκτων
αὐτόματοι κήρυκες ἀναυδέες εἰσὶν ὀπωπαί.
καί μιν ἑλὼν ξείνισσε, σὺν Ἠλέκτρῃ δὲ καμούσῃ
αἰόλα πιαλέης ἐπεκόσμεε δεῖπνα τραπέζης,
ξεῖνον ὑποσσαίνων φιλίῳ καὶ ἀμεμφέι μύθῳ,
πολλὰ τιθείς. ὁ δὲ κυφὸν ἐπʼ οὔδεος αὐχένα κάμψας
ἀμφιπόλων ἀπάνευθεν ἀθελγέας εἷλκεν ὀπωπάς,
καὶ μόλις εἰλαπίναζε· φιλοξείνοιο δὲ νύμφης
ἑζομένης ἀντωπὸς ὑποκλέπτοντι προσώπῳ
αἰδομένην ἐτίταινε σαόφρονα χεῖρα τραπέζῃ.
τοῖσι δὲ δαινυμένοισιν ἐπήτριμος ἄλλος ἐπʼ ἄλλῳ
ἔμπνοος ἐσμαράγησε δόναξ Κορυβαντίδος Ἴδης·
ἐκ δὲ πολυτρήτοιο πόρου σκιρτήματι χειρῶν
σύνθροον ἐκρούσαντο μέλος μυκήτορος αὐλοῦ
δάκτυλοι ὀρχηστῆρες ἐπιθλίβοντες ἀοιδήν·
καὶ τροχαλοῖς κροτέοντα τινάγμασι σύνθροον ἠχὼ
κύμβαλα βομβήεντα συνέκτυπε δίζυγι χαλκῷ
συμφερτοῖς δονάκεσσιν· ὑπὸ πλήκτρῳ δὲ καὶ αὐτὴ
ὄρθιος ἑπτατόνοιο λύρης ἐλελίζετο χορδή.
ἀλλʼ ὅτε δὴ μετά δαῖτα κορέσσατο Βίστονος αὐλοῦ,
εἰρομένῃ πελάσας φιλοπευθέι θῶκον ἀνάσσῃ
Κάδμος ἁλιπλάγκτοιο μεληδόνος οἶστρον ἐάσας,
φαιδρὸν ἑὸν γένος εἶπε, καὶ ἀενάων στίχα μύθων
οἰγομένου κρουνηδὸν ἀνήρυγεν ἀνθερεῶνος·