Ancient Greek · ~7 min
Book 3, lines 3.308-3.354
Nonnus of Panopolis, Διονυσιακά 3.308-354
Not analysed yet
οὐ μὲν Ὑπερμνήστρῃ κακονύμφιον εὔαδεν ἔρυον,
ἀλλὰ παρωσαμένη δυσπένθερα θεσμὰ τοκῆος
ἠερίῃ πατρῷον ἐπέτρεπε μῦθον ἀέλλῃ,
καὶ καθαρὴν ἐφύλαξεν ἀναίμονα χεῖρα σιδήρου·
ἔπλετο δʼ ἀμφοτέρων ὅσιος γάμος. ἀρτιθαλῆ δὲ
γνωτὴν ἡμετέρην θρασὺς ἥρπασε ταῦρος ἀλήτης,
εἰ ἐτεὸν ταῦρος· ἐγὼ δʼ οὐκ οἶδα πιθέσθαι,
εἰ βόες ἱμείρουσι γυναικείων ὑμεναίων.
καί με κασιγνήτοισιν ὁμήλυδα πέμψεν Ἀγήνωρ
σύγγονον ἰχνεύοντα καὶ ἄγριον ἅρπαγα νύμφης,
ταῦρον ἀκυμάντοιο νόθον πλωτῆρα θαλάσσης,
οὗ χάριν ἀστήρικτος ἀλώμενος ἐνθάδε βαίνω.
τοῖα μὲν εὐσύριγγος ἔσω μυθεῖτο μελάθρου
Κάδμος ἐυγλώσσοιο χέων ἔπος ἀνθερεῶνος,
πατρῴης ἐνέπων τεκνοσσόον οἶστρον ἀπειλῆς
καὶ Τυρίων ῥοθίων ψευδήμονα ταῦρον ὁδίτην,
Σιδονίης ἀκίχητον ἀπευθέος ἅρπαγα νύμφης.
Ἠλέκτρη δʼ ἀίουσα παρήγορον ἴαχε φωνήν·
Ξεῖνε, κασιγνήτην καὶ πατρίδα καὶ γενετῆρα
Ληθαίῃ στροφάλιγγι καὶ ἀμνήστῳ πόρε σιγῇ·
οὕτω γὰρ μερόπων φέρεται βίος ἄλλον ἐπʼ ἄλλῳ
μόχθον ἔχων, ὅτι πάντες, ὅσους βροτέη τέκε γαστήρ,
Μοιριδίου κλωστῆρος ἐδουλώθησαν ἀνάγκῃ·
μάρτυς ἐγώ, βασίλεια καὶ εἰ πέλον, εἴ ποτε κείνων
πληιάδων γενόμην καὶ ἐγὼ μία, τῶν ποτε μήτηρ
θηλυτέρας ὠδῖνας ἔσω μαιώσατο κόλπου,
ἑπτάκις Εἰλείθυιαν ἐῇ καλέσασα λοχείῃ
κέντρον ἐλαφρίζουσαν ἀμοιβαίου τοκετοῖο
μάρτυς ἐγώ· πατέρων γὰρ ἀπόπροθι δώματα ναίω,
οὐ Στεροπήν, οὐ Μαῖαν ὁμόστολον, οὐδὲ Κελαινὼ
σύγγονον ἐγγὺς ἔχουσα συνέστιον· οὐδʼ ἐνὶ κόλπῳ
γνωτῆς Τηϋγέτης Λακεδαίμονα δίξυγι παλμῷ
παιδοκόμῳ πήχυνα γεγηθότα κοῦρον ἀγοστῷ·
οὐ σχεδὸν Ἀλκυόνης ὁρόω δόμον, οὐδὲ καὶ αὐτῆς
φθεγγομένης Μερόπης φρενοτερπέα μῦθον ἀκούω.
πρὸς δʼ ἔτι καὶ τόδε μᾶλλον ὀδύρομαι· ἀρτιθαλὴς γὰρ
υἱὸς ἐμὸς λιπόπατρις, ὅτε χνόον ἔσχεν ἰούλων,
Δάρδανος Ἰδαίης μετανάσσατο κόλπον ἀρούρης,
καὶ φρυγίῳ Σιμόεντι θαλύσια δῶκε κομάων
Θυμβραίου ποταμοῖο πιὼν ἀλλότριον ὕδωρ·
καὶ Λιβύης παρὰ τέρμα πατὴρ ἐμὸς εἰσέτι κάμνει
ὤμοις θλιβομένοισι, γέρων κυρτούμενος Ἄτλας,
αἰθέρος ἐπτάμωνον ἀερτάζων κενεῶνα.
ἔμπης τόσσα παθοῦσα παρήγορον ἐλπίδα βόσκω
Ζηνὸς ὑποσχεσίῃσιν, ὅτι γνωτῇσι σὺν ἄλλαις
ἐκ χθονὸς Ἀτλάντειον ἐλεύσομαι εἰς πόλον ἄστρων
οὐρανὸν οἶκον ἔχουσα, καὶ ἔσσομαι ἕβδομος ἀστήρ.