Ancient Greek · ~9 min
Book 3, lines 3.248-3.307
Nonnus of Panopolis, Διονυσιακά 3.248-307
Not analysed yet
Νύμφα φίλη, τί με τόσσον ἀνείρεαι αἷμα γενέθλης;
ὠκυμόρων μερόπων γενεὴν φύλλοισιν ἐίσκω·
φύλλα τὰ μὲν κατέχευαν ἐπὶ χθονὶ θυιάδες αὖραι
ὥρης ἱσταμένης φθινοπωρίδος, ἄλλα δὲ καιρῷ
εἰαρινῷ κομέουσι τεθηλότα δενδράδες ὗλαι·
ὣς βροτέη γενεὴ μινυώριος ἡ μὲν ὀλέθρῳ
δάμναται ἱππεύσασα βίου δρόμον, ἡ δʼ ἔτι θάλλει,
ἄλλῃ ὅπως εἴξειεν· ἐπεὶ παλινάγρετος ἕρπων
εἰς νέον ἐκ πολιοῖο ῥέει μορφούμενος αἰών.
ἀλλʼ ἐρέω περίπυστον ἐμὴν εὔπαιδα γενέθλην·
ἔστι πόλις, κλυτὸν Ἄργος, ἐδέθλιον ἵππιον Ἥρης,
νήσου Τανταλίδαο μεσόμφαλος· ἔνθα δὲ κούρην
θηλυτόκοις ἔσπειρε γοναῖς εὐπάρθενον ἀνὴρ
Ἴναχος, Ἰναχίης ὀνομάκλυτος ἀστὸς ἀρούρης,
νηοπόλος, καὶ φρικτὰ πολισσούχοιο θεαίνης
ὄργια βυσσοδόμευε θεηγόρα μύστιδι τέχνῃ
πρεσβυγενής· καὶ Ζῆνα, θεῶν πρόμον, ὄρχαμον ἄστρων,
γαμβρὸν ἔχειν ἀπέειπε, σέβας πεφυλαγμένος Ἥρης,
ταυροφυὴς ὅτε πόρτις ἀμειβομένοιο προσώπου
εἰς ἀγέλην ἄγραυλον ἐλαύνετο σύννομος Ἰώ,
καὶ δαμάλης ἄγρυπνον ἐθήκατο βουκόλον Ἥρη
ποικίλον, ἀπλανέεσσι κεκασμένον Ἄργον ὀπωπαῖς,
Ζηνὸς ὀπιπευτῆρα βοοκραίρων ὑμεναίων,
Ζηνὸς ἀθηήτοιο, καὶ εἰς νομὸν ἤιε κούρη
ὀφθαλμοὺς τρομέουσα πολυγλήνοιο νομῆος·
γυιοβόρῳ δὲ μύωπι χαρασσομένη δέμας Ἰὼ
Ἰονίης ἁλὸς οἶδμα κατέγραφε φοιτάδι χηλῇ·
ἦλθε καὶ εἰς Αἴγυπτον, ἐμὸν ῥόου,—ὃν πολιῆται
Νεῖλον ἐφημίξαντο φερώνυμον, οὕνεκα γαίῃ
εἰς ἔτος ἐξ ἔτεος πεφορημένος ὑγρὸς ἀκοίτης
χεύματι πηλώεντι νέην περιβάλλεται ἰλύν,—
ἤλυθεν εἰς Αἴγυπτον, ὅπῃ βοέην μετὰ μορφὴν
δαιμονίης ἴνδαλμα μεταλλάξασα κεραίης
ἔσκε θεὰ φερέκαρπος· ἀναπτομένοιο δὲ καρποῦ
Αἰγυπτίης Δήμητρος, ἐμῆς κεραελκέος Ἰοῦς,
εὐόδμοις ὁμόφοιτος ἐλίσσεται ἀτμὸς ἀήταις.
ἔνθʼ Ἔπαφον Διὶ τίκτεν, ἀκηρασίων ὅτι κόλπων
Ἰναχίης δαμάλης ἐπαφήσατο θεῖος ἀκοίτης
χερσὶν ἐρωμανέεσσι· θεηγενέος δὲ τοκῆος
ἐξ Ἐπάφου Λιβύη· Λιβύης δʼ ἐπὶ παστὸν ὁδεύων
Μέμφιδος ἄχρις ἵκανε Ποσειδάων μετανάστης,
παρθένον ἰχνεύων Ἐπαφηίδα, καὶ τότε κούρη
δεξαμένη ναετῆρα βυθοῦ χερσαῖον ὁδίτην
Ζῆνα Λίβυν τέκε Βῆλον, ἐμῆς ἀροτῆρα γενέθλης.
καὶ Διὸς Ἀσβύσταο νέην ἀντίρροπον ὀμφὴν
Χαονίῃ βοόωσι πελειάδι διψάδες ἄμμοι
μαντιπόλοι· πέμπτῳ δὲ πατήρ ἰσόμετρον ἀριθμῷ
Βῆλος ἐπασσυτέρην γενεὴν σπερμήνατο παίδων,
Φινέα καὶ Φοίνικα λιπόπτολιν, οἷς ἅμα θάλλων
ἀστὸς ἀμοιβαίων πολίων περίφοιτος Ἀγήνωρ
ἀσταθέος βιότοιο, πατὴρ ἐμός, εἶχε πορείην
εἰς Θήβην μετὰ Μέμφιν, ἐς Ἀσσυρίην μετὰ Θήβην,
καὶ σοφὸς Αἰγυπτίης ναέτης Αἴγυπτος ἀρούρης
αἰνοτόκος πολύτεκνος, ὃς ἀρσενόπαιδι γενέθλῃ
ἤροσε τοσσατίων μινυώρια πώεα παίδων,
καὶ Δαναὸς λιπόπατρις, ὃς ὥπλισεν ἄρσενι φύτλῃ
θῆλυ γένος τανύων γάμιον ξίφος, ὁππότε παστοὶ
αἵματι φοινίσσοντο δαϊζομένων ὑμεναίων,
καὶ κρυφίοις ξιφέεσσι σιδηροφόρων ἐπὶ λέκτρων
ἄρσενα γυμνὸν Ἄρηα κατεύνασε θῆλυς Ἐνυώ·