Ancient Greek · ~7 min
Book 31, lines 31.228-31.274
Nonnus of Panopolis, Διονυσιακά 31.228-274
Not analysed yet
ὣς φαμένην δολόεντι θεὰ προσπτύξατο μύθῳ·
Κύπρι θεά, θνητοῖσιν ἐάσομεν οὖδας Ὀλύμπου·
Ζεὺς Σεμέλην ἐς Ὄλυμπον ἀνήγαγε, μητέρα Βάκχου,
ἄξει καὶ Διόνυσον ἐς αἰθέρα. τίς δόμος Ἥρην
δέξεται; ἢ τίνα χῶρον ἐλεύσομαι; αἰδέομαι δέ,
μὴ Σεμέλην ἐσίδοιμι νόθην βασίλειαν Ὀλύμπου.
δείδια, μὴ ζοφόεντος ἴδω δόμον Ἰαπετοῖο,
μή με λαβὼν ἐλάσειε μετὰ Κρόνον ἐκτὸς Ὀλύμπου.
δείδια, μὴ μετὰ μαῖαν ἐν αἰθέρι νέκταρ ἐλέγχων
ἄμπελον, ἥν καλέουσι, καὶ ἐν μακάρεσσι φυτεύσῃ.
μή ποτε τοῦτο γένοιτο, Δίκη καὶ Γαῖα καὶ Ὕδωρ.
κλήματα μὴ κομίσειεν ἐς αἰθέρα, μὴ χάριν αἴνης
οὐρανὸν ἀμπελόεντα μετʼ ἀστερόεντα καλέσσω,
μηδὲ πίω ποτὸν ἄλλο μετὰ γλυκὺ νέκταρ Ὀλύμπου.
δείδια, μὴ μενέχαρμον ἴδω μεθύουσαν Ἀθήνην,
μὴ δόρυ κουφίσσειεν ἐπʼ Ἄρεϊ καὶ Κυθερείῃ,
μὴ σφαλερῇ ῥαθάμιγγι νοοσφαλέος Διονύσου
αἰθέρι τολμήεσσαν ἀναστήσωσιν Ἐνυὼ
ἀστέρες οἰνοπλῆγες ἐπʼ ἀλλήλοισι μανέντες,
μή ποτε βακχευθέντες ὅλοι ναετῆρες Ὀλύμπου
ὄργια μιμήσαιντο φερεσσακέων Κορυβάντων.
οὐχ ἅλις αἶσχος ἐκεῖνο θεοστυγές, ὅττι δοκεύω
Τρώιον ἡβητῆρα, Διὸς δρηστῆρα κυπέλλων,
οὐρανὸν αἰσχύνοντα καὶ οἰνοχόον Διός Ἥβην,
χερσὶν ἐπιχθονίῃσιν ὅτε γλυκὺ νέκταρ ἀφύσσει;
αἰδομένη δʼ ἐπὶ γαῖαν ἐλεύσομαι· ἀμφοτέροις δὲ
αἰθέρα καλλείψω, Γανυμήδεϊ καὶ Διονύσῳ·
αἰθέρα καλλείψω, Σεμέλης δόμον. εἶς δόμος ἔστω
οὐρανὸς ἀμφοτέροις, καὶ Περσέι καὶ Διονύσῳ.
ἵξομαι εἰς ἐμὸν Ἄργος, ἐς ἀγλαὸν ἄστυ Μυκήνης,
ἐν χθονὶ ναιετάουσα· σὺν ἀχνυμένῃ δὲ τεκούσῃ
ἕσπεται αὐτὸς Ἄρης, σέο νυμφίος· ἀλλὰ καὶ αὐτὴ
Σπάρτης σῆς ἐπίβηθι, καὶ εὐθώρηκα δεχέσθω
χαλκείῳ σὺν Ἄρηι χολωομένην Ἀφροδίτην.
οἶδα, πόθεν μεθέπω τάδε πήματα· πατρὸς Ἐρινὺς
ὕβριν ἀπαιτίζει με βιαζομένοιο τοκῆος,
ὅττι Κρόνου γενετῆρος ἐπιβρίθουσα κυδοιμῷ
σὺν Διὶ μαρναμένῳ Τιτηνιὰς ἔχραεν Ἥρη·
καλὸν ἐμοί, Διόνυσον ἰδεῖν κατὰ μέσσον Ὀλύμπου
ἥμενον ἐγγὺς Ἔρωτος, ὁμέστιον ἀφρογενείῃ,
αἰγίδα κουφίζοντα μετὰ Κρονίδην καὶ Ἀθήνην.
ἀλλά, θεά, χραίσμησον, ἐμῆς δʼ ἐπίκουρον ἀνίης
δός μοι κεστὸν ἱμάντα, τεὴν πανθελγέα μίτρην,
εἰς μίνα ἠριγένειαν, ὅπων Διὸς ὄμματα θέλξω,
καὶ Διὸς ὑπνώοντος ἐμοῖς Ἰνδοῖσιν ἀρήξω.