Ancient Greek
Book 31, lines 31.184-31.227
Nonnus of Panopolis, Διονυσιακά 31.184-227
Not analysed yet
ἔκλυον, ὡς ποθέεις Χαρίτων μίαν· ἀλλʼ ἐνὶ θυμῷ
οἶστρον ἔχων θαλάμοιο φυλάσσεο, μηδὲ χαλέψῃς
μητέρα Πασιθέης, ζυγίην θαλαμηπόλον Ἥρην.
εἰ δὲ σὺ ναιετάεις παρὰ Τηθύι Λευκάδα πέτρην.
Δηριάδῃ χραίσμησον, ὅν ἤροσεν Ἰνδὸς Ὑδάσπης·
γείτονι πιστὰ φύλαξον, ἐπεὶ τεὸς ἠχέτα γείτων
Ὠκεανὸς κελάδων προπάτωρ πέλε Δηριαδῆος.
ὣς φαμένη παρέπεισε. καὶ οἶά τε μητρὸς ἀκούων
ὕπνος ἀνεπτοίητο, καὶ ὤμοσεν ὄμματα θέλγειν
Ζηνὸς ἀκοιμήτοιο καὶ εἰς τριτάτης δρόμον Ἠοῦς·
ἀλλά μιν ᾔτεεν Ἶρις, ἴνα Κρονίωνα πεδήσῃ
ὑπνώειν ἕνα μοῦνον ἐπὶ δρόμον ἠριγενείης.
αὐτόθι δʼ Ὕπνος ἔμιμνε, δεδεγμένος εὔγαμον ὥρην.
καὶ ταχινὴ πεπότητο θεὰ παλινόστιμος Ἶρις·
σπερχομένη δʼ ἤγγειλεν ἀμεμφέα μῦθον ἀνάσσῃ.
ἡ δὲ θυελλήεντι διʼ ἠέρος Ἵπτατο ταρσῷ
καὶ δόλον ἔπλεκεν ἄλλον, ὅπως Διὸς ἐγγύθεν ἔλθῃ
κεστὸν ἀερτάζουσα, πόθου θελξίφρονα μίτρην.
καὶ Παφίην μάστευεν· ὑπὲρ Λιβάνοιο δὲ μούνην
Ἀσσυρίην ἐκίχησεν ἐρημαίην Ἀφροδίτην
ἑζομένην· Χάριτες γὰρ ἐς ἄνθεα ποικίλα κήπων
εἰαριναὶ στέλλοντο, χορίτιδες Ὀρχομενοῖο,
ἡ μέν ἀμεργομένη Κίλικα κρόκον, ἡ δὲ κομίζειν
βάλσαμον ἱμείρουσα καὶ Ἰνδῴου δονακῆος
φυταλίην, ἑτέρη δὲ ῥόδων εὐώδεα ποίην.
Θαμβαλέη δʼ ἀδόκητος ἑῶν ἀνεπήλατο δίφρων,
ὡς Διὸς εἶδε δάμαρτα, Διὸς θυγάτηρ Ἀφροδίτη·
ἀχνυμένην δʼ ὁρόωσα πολύτροπον ἴαχε φωνήν·
Ἥρη, Ζηνὸς ἄκοιτι, τί σοι χλοάουσι παρειαί;
τίπτε τεαί, βασίλεια, κατηφέες εἰσὶν ὀπωπαί;
ἦ ῥα πάλιν πέλεν ὄμβρος ἐπίκλοπος ὑέτιος Ζεύς;
μὴ πάλιν ἔπλετο ταῦρος ἐν ὕδασιν ὑγρὸς ὁδίτης;
τις πάλιν Εὐρώπη σε βιάζεται; ἠὲ τίς ἄλλη
Ἀντιόπη Νυκτῆος ἀναινομένου γενετῆρος
ψευδαλέου Σατύρου λασίῃ νυμφεύεται εὐνῇ;
μὴ νέος εἰς γάμον ἄλλον ἐπείγεται ἵππος ἐχέφρων,
μιμηλοῖς στομάτεσσι νόθον χρεμετισμὸν ἰάλλων;
μὴ Σεμέλην ἑτέρην λοχίῳ μνηστεύσατο πυρσῷ
καὶ στεροπὴν ἐλέλιζε κυβερνήτειραν Ἐρώτων;
μὴ δαμάλης ἐπὶ λέκτρον ἐυκραίροιο χορεύει
μυκηθμὸν προχέων φιλοτήσιον; ἢν ἐθελήσῃς,
Ζηνὸς ὀπιπευτῆρα βοοσκόπον ἄλλον ἐγείροις,
βουκόλον ἀγρύπνοις κεχαραγμένον Ἀργον ὀπωπαῖς.
εἰπέ μοι εἰρομένῃ, καὶ ὅσον σθένος ἐστίν, ἀρήξω.