Ancient Greek
Book 31, lines 31.49-31.94
Nonnus of Panopolis, Διονυσιακά 31.49-94
Not analysed yet
τοῦτό με μᾶλλον ὄρινεν, ὅτι Κρονίδης πόλον ἄστρων
ἕδνα πόρεν Σεμέλῃ καὶ Τάρταρα Περσεφονείῃ·
οὐρανὸς Ἀπόλλωνι φυλάσσεται, οὐρανὸν Ἑρμῆς
ναιετάει· σὺ δὲ τοῦτον ἔχεις δόμον ἔμπλεον ὄρφνης.
τί πλέον, ὅττι δράκοντος ἔχων ψευδήμονα μορφὴν
δεσμὸν ἀσυλήτοιο τεῆς σύλησε κορείης,
εἰ μετὰ λέκτρον ἔμελλε τεὰς ὠδῖνας ὀλέσσαι;
Ζεὺς μὲν ἄναξ κατʼ Ὄλυμπον ἔχει δόμον ἔμπλεον ἄστρων,
γνωτῷ δʼ ὑγρομέδοντι γέρας πόρεν ἁλμυρὸν ὕδωρ,
καὶ ζόφον ἀχλυόεντα τεῷ πόρεν οἶκον ἀκοίτῃ.
ἀλλὰ τεὰς θώρηξον Ἐρινύας οἴνοπι Βάκχῳ,
μὴ βροτὸν ἀθρήσαιμι νόθον σκηπτοῦχον Ὀλύμπου,
αἴδεο λισσομένην Διὸς εὐνέτιν, αἴδεο Δηώ,
αἴδεο λισσομένην καθαρὴν Θέμιν, ὄφρά κεν Ἰνδοὶ
βαιὸν ἀναπνεύσωσι τινασσομένου Διονύσου·
ἔσσό μοι ἀχνυμένῃ τιμήορος, ὅττι Κρονίων
Βάκχῳ νέκταρ ὄπασσε καὶ Ἄρεϊ λύθρον Ἐνυοῦς.
μηδὲ νέον Διόνυσον ἀνυμνήσωσιν Ἀθῆναι,
μηδὲ λάχῃ γέρας ἶσον Ἐλευσινίῳ Διονύσῳ,
μὴ τελετὰς προτέροιο διαλλάξειεν Ἰάκχου,
μὴ τάλαρον Δήμητρος ἀτιμήσειεν ὀπώρῃ.
ὣς φαμένη συνέχευεν ὅλην φρένα Περσεφονείης,
δάκρυσι ποιητοῖσι διαινομένοιο προσώπου,
αἱμύλα κωτίλλουσα. θεὰ δʼ ἐπένευσε θεαίνῃ,
καί οἱ δῶκε Μέγαιραν ὁμόστολον, ὄφρα τελέσσῃ
βάσκανον ὄμμα φέρουσα νόον ζηλήμονος Ἥρης.
ἡ δὲ θυελλήεντι διαΐξασα πεδίλῳ
τρὶς μὲν ἀνηέρθη, τὸ δὲ τέτρατον ἵκετο Γάγγην·
καὶ νέκυν Ἰνδὸν ὅμιλον ἀμειδέι δεῖξε Μεγαίρῃ
καὶ στρατιῆς ἱδρῶτα καὶ ἠνορέην Διονύσου·
Ἰνδοφόνους δὲ Μέγαιρα πόνους ὁρόωσα Λυαίου
ζηλήμων ἐμέγηρε καὶ οὐρανίης πλέον Ἥρης.
ἡ δὲ νόῳ κεχάρητο· δρακοντοκόμῳ δὲ θεαίνῃ
σαρδόνιον γελόωσα κατηφέα ῥήξατο φωνήν·
οὕτω ἀριστεύουσι νέοι βασιλῆες Ὀλύμπου,
οὕτω ἀκοντίζουσι νόθοι Διός· ἐκ Σεμέλης δὲ
Ζεὺς ἔνα παῖδα λόχευσεν, ἵνα ξύμπαντας ὀλέσσῃ
Ἰνδοὺς μειλιχίους καὶ ἀμεμφέας· ἀλλὰ δαείη
Ζεὺς ἄδικος καὶ Βάκχος, ὅσον σθένος ἐστὶ Μεγαίρης.
ὦ πόποι, οἷον ἄθεσμον ἔχει νόον ὑψιμέδων Ζεύς·
Τυρσηνοῖς ἀδίκοις οὐ μάρναται, ὅττι μαθόντες
φώρια θεσμὰ βίαια κακοξείνων ἐπὶ νηῶν
ἅρπαγες ἀλλοτρίων Σικελῇ πλώουσι θαλάσσῃ·
οὐ κτάνε δυσσεβέων Δρυόπων γένος, οἷς βίος αἰχμαὶ
καὶ φόνος· εὐσεβίῃ δὲ μεμηλότας ἔκτανεν Ἰνδούς,
οὓς τάχα πασιμέλουσα Θέμις μαιώσατο μαζῷ.