Ancient Greek · ~7 min
Book 31, lines 31.95-31.138
Nonnus of Panopolis, Διονυσιακά 31.95-138
Not analysed yet
ὦ πόποι, οἷον ἄθεσμον ἔχει νόον· ἀθάνατον γὰρ
θνητὸς ἀνὴρ ἔφλεξε τόσον καὶ τοῖον Ὑδάσπην,
θνητὸς ἀνὴρ ἔφλεξε, τὸν οὐράνιος τέκετο Ζεύς.
ὣς φαμένη πεπότητο διʼ αἰθέρος· ἡ δὲ σιωπῇ
γείτονα Καυκασίης ὑπὸ φωλάδα πέζαν ἐρίπνης
φρικτὸν ἀμειψαμένη μελέων ὀφιώδεα μορφήν,
γλαυκὶ φυὴν ἰκέλη μένεν αὐτόθι, μέχρι νοήσῃ
Ζῆνα μέγαν κνώσσοντα· τὰ γὰρ φάτο κοίρανος Ἥρη.
αὐτὴ δὲ Χρεμέταο μετήιεν Ἕσπερον ὕδωρ
Ἥρη μητιόωσα, γέρων βαρὺς ὁππόθι κάμνει
οὐρανίῃ στροφάλιγγι Λίβυς κυρτούμενος Ἄτλας,
καὶ Ζεφύρου δυσέρωτος ἐδίζετο σύγγαμον Ἶριν,
Ζηνὸς ἐπειγομένοιο διάκτορον, ὄφρα τελέσσῃ
ἠερόθεν σκιόεντι ποδήνεμον ἄγγελον Ὕπνῳ.
τὴν δὲ καλεσσαμένη φιλίῳ μειλίξατο μύθῳ·
Ἶρις, ἀεξιφύτου Ζεφύρου χρυσόπτερε νύμφη,
εὔλοχε μῆτερ Ἔρωτος, ἀελλήεντι πεδίλῳ
σπεῦδε μολεῖν ζοφόεντος ἐς Ἑσπέριον δόμον Ὕπνου·
δίζεο καἰ περὶ Λῆμνον ἁλίκτυπον· εἰ δέ μιν εὕρῃς,
λέξον, ἵνα Κρονίωνος ἀθελγέος ὄμματα θέλξῃ
εἰς μίαν ἠριγένειαν, ὅπως Ἰνδοῖσιν ἀρήξω.
ἀλλὰ δέμας μετάμειβε, μελανζώνου δὲ θεαίνης
μορφὴν Νυκτὸς ἔχουσα δυσειδέα μητέρος Ὕπνου
γίνεο κυανέη ψευδώνυμος, ὅττι καὶ αὐτὴ
ἀντιτύποις μελέεσσιν, ὅτε χρέος ἐστὶν ἀνάγκης,
εἰς Θέμιν, εἰς Κυθέρειαν, ἐς Ἄρτεμιν εἶδος ἀμείβω.
Πασιθέης δʼ ὑμέναιον ὑπόσχεο, τῆς διὰ κάλλος
ἱμείρων ἀνύσειεν ἐμὸν χρέος· οὔ σε διδάξω,
ὅττι γυναιμανέων τις ἐπʼ ἐλπίδι πάντα τελέσσει.
ὣς φαμένης πεπότητο θεὰ χρυσόπτερος Ἶρις
ἠέρα παπταίνουσα, καὶ εἰς Πάφον, εἰς χθόνα Κύπρου
ἀπλανὲς ὄμμα τίταινε, τὸ δὲ πλέον ὑψόθι Βύβλου
Ἀσσυρίου σκοπίαζεν Ἀδώνιδος εὔγαμον ὕδωρ,
διζομένη περίφοιτον ἀλήμονος ἴχνιον Ὕπνου.
εὗρε δέ μιν γαμίοιο παρὰ κλέτας Ὀρχομενοῖο·
κεῖθι γὰρ αὖτις ἔμιμνε νοοπλανές ἴχνος ἐλίσσων,
Πασιθέης ἐρόεντα παρὰ προπύλαια θαμίζων.
καὶ δέμας ἀλλάξασα μετάτροπον ἄσκοπος Ἶρις
κυανέης ἄγνωστον ἐδύσατο Νυκτὸς ὀπωπήν·
ὕπνου δʼ ἐγγὺς ἵκανε δολοπλόκος· οἶα δὲ μήτηρ
κλεψινόοις ὀάροις ἀπατήλιον ἴαχε φωνήν·
τέκνον ἐμόν, τέο μέχρις ἐμὲ Κρονίδης ἀθερίζει;
οὐχ ἅλις, ὡς Φαέθων με βιάζεται, ὅττι καὶ αὐτὸς
ὄρθρος ἀκοντίζει με καὶ ἠριγένεια διώκει;