Ancient Greek · ~7 min
Book 32, lines 32.237-32.283
Nonnus of Panopolis, Διονυσιακά 32.237-283
Not analysed yet
καὶ φόνος ἄσπετος ἔσκε· δαϊζιμένων δέ σιδήρῳ
ἐχθρῷ διψὰς ἄρουρα θελήμονι λούσατο λύθρῳ,
δεχνυμένη ξένον ὄμβρον Ἐνυαλίου νιφετοῖο.
Βακχείης δέ φάλαγγος ἔην κλόνος· ἀσταθέες γὰρ
πεζοὶ μὲν δεδόνηντο, φυγοπτολέμων δʼ ἐλατήρων
εἰς φόβον εὐλάιγγες ἀνεκρούοντο χαλινοί·
ὧν ὁ μὲν οὐρεσίφοιτος ἐδύσατο κοιλάδα πέτρην,
ὃς δὲ μολὼν τανύφυλλον ὑπὸ κλέτας ἕζετο λόχμης
κρυπτόμενος πετάλοισιν, ὁ δὲ σπήλυγγα λεόντων,
ἄλλος ἀμαιμακέτοιο μετήιεν ἔνδιον ἄριτου·
καί τις ἀερσιλόφοιο διὰ πρηῶνος ἀλύξας
ποσσὶν ὀρεσσινόμοισι διέστιχεν ἄκρα κολώνης.
Βάκχη δʼ ἀρτιτόκοιο παρήλυθε θηρὸς ἐναύλους,
ταρβαλέῳ πρηῶνα διαστείβουσα πεδίλῳ·
οὐ γὰρ ἔχειν μενέαινε λεοντείην ἔτι πέτρην,
ἀλλὰ λιποσθενέων ἐλάφων ἐκίχησε καλιὴν
ἤθεσιν ἀδρανέεσσιν, ἐπεὶ προτέρην φρένα Βάκχη
εἰς κραδίην ἐλάφοιο μετέτραπεν ἀντὶ λεαίνης.
καί τις ἀελλοπόδων Σατύρων δειδήμονι ταρσῷ
ἔτρεχεν, ἀσταθέεσσιν ἀσάμβαλος εἴκελος αὔραις,
φεύγων Δηριάδαο θεημάχον ὄγκον ἀπειλῆς.
καὶ σκοπέλους ἐδίωκε γέρων Σειληνὸς ἀλήτης·
πολλάκι δʼ εἰς χθόνα πῖπτε κονιομένοιο προσώπου,
ὀκλάζων βαρύγουνος ὀλισθηροῖσι πεδίλοις,
ἔμπαλιν ὀρθώσας λάσιον δέμας· ἐν δὲ κολώναις
ἀντὶ μόθου κεκάλυπτο, καὶ Εὔιον ἔγχος ἀνάγκῃ
κάλλιπεν ἀπτολέμοισι μεμηλότα θύρσον ἀέλλαις,
καὶ μόγις εὐπήληκος ἀλεύατο Μορρέος αἰχμήν.
ὀκναλέοις δὲ πόδεσσιν ἐχάζετο νωθρὸς Ἐρεχθεύς,
ἐντροπαλιζομένην τανύων εὔκυκλον ὀπωπήν,
αἰδόμενος μενέχαρμον ἑὴν πολιοῦχον Ἀθήνην.
Βακχείην δʼ ἀέκων ἠρνήσατο Μαινάδα χάρμην
λαιὸν Ἀρισταῖος βεβολημένος ὦμον ὀιστῷ.
καὶ στρατιὴν ἀλέεινε δοριθρασέων Κορυβάντων
οὐτηθεὶς λασίοιο κατὰ στέρνοιο Μελισσεύς,
μαζὸν Ἐρυθραίῃ κεχαραγμένος ἄκρον ἀκωκῇ.
καὶ βλοσυροὶ Κύκλωπες ἀναιδέες εὔποδι ταρσῷ
εἰς φόβον ἠπείγοντο τεθηπότες, οἷς ἄμα φεύγων
Ἰνδῴην ἀδόνητος ἐλίμπανε Φαῦνος Ἐνυώ.
εὐκεράου δὲ φάλαγγος ὅλον στρατὸν εἰς φόβον ἕλκων
πρεσβυγενὴς φύξηλις ἐχάζετο Παρράσιος Πάν,
σιγαλέοις δὲ πόδεσσιν ἐδύσατο δάσκιον ὕλην,
μή μιν ἴδῃ φεύγοντα διʼ οὔρεος ἄστατος Ηχώ.
καί οἱ ἐπεγγελάσειε καὶ ἀδρανέοντα καλέσσῃ.
καὶ πρόμαχοι τότε πάντες ὑπέκφυγον· ἐν δὲ κυδοιμοῖς
Αἰακὸς αὐτόθι μοῦνος ἐλείπετο, μαρνάμενος δὲ
δεύετο μὴ παρεόντος ἀνικήτου Διονύσου·