Ancient Greek · ~8 min
Book 32, lines 32.186-32.236
Nonnus of Panopolis, Διονυσιακά 32.186-236
Not analysed yet
Αἰβίαλος Θύαμίς τε καὶ Ὀρμένιος καὶ Ὀφέλτης,
Κρίασος Ἀργασίδης, Τελέβης καὶ Λύκτιος Ἀνθεὺς
καὶ Θρόνιος καί Ἄρητος ἐυμμελίης τε Μοληνεὺς
ἀλκήεις τε Κόμαρκος· ἐτείνετο δʼ ἄλλος ἐπʼ ἄλλῳ
ἔγχεϊ Δηριάδαο νέκυς στρατός· ὀλλυμένων δὲ
ὃς μὲν ἔην δαπέδῳ τετανυσμένος, ὃς ῥεέθροις
πλώετο κυματόεντα φέρων μόθον ὃς δὲ θαλάσσῃ
ἀγχιπόρῳ δέδμητο, διωκόμενον δὲ σιδήρῳ
κύμασιν ἀρτιχάρακτον Ἄραψ τυμβεύσατο Νηρεύς·
ὃς δὲ θυελλήεντι διʼ οὔρεος ἔδραμε ταρσῷ
κῆρα φυγών, ἕτερος δὲ πεπαρμένον ἔγχος ἐάσας
μεσσοπαγὲς περὶ νῶτα μετέστιχεν ἔνδια λόχμης,
χρηίζων ἀπεόντος ἀλεξικάκου Διονύσου.
Αὐχήεις δʼ Ἐχέλαος ἀτυμβεύτῳ πέσε πότμῳ,
Μορρέος ἠλιβάτοιο τυπεὶς ῥηξήνορι πέτρῳ,
Κύπριος, ἀρτιχάρακτον ἔχων ἔτι κύκλον ὑπήνης,
ὑψικόμῳ φοίνικι πανείκελος· ἐν δὲ κυδοιμοῖς
ἁβρὸς ἀκερσικόμης ἐκυλίνδετο λαμπάδα σείων,
πληγεὶς ἰσχίον ἄκρον, ὅπῃ χροὸς ἥλικι δεσμῷ
συμφερτὸν κοτύλῃ φύσις ἥρμοσεν ἄξονα μηροῦ·
καὶ θάνεν ἁπτομένην κρατέων ἔτι μυστίδα πεύκην,
ἀσπαίρων δὲ κάρηνον ἑῷ τεφρώσατο πυρσῷ,
φλέξας λιγνυόεντι πολύπλοκα βόστρυχα δαλῷ.
καί οἱ ἐπαυχήσας φιλοκέρτομος ἴαχε Μορρεύς·
κοῦρε, φατιζομένης ἀλλότριε σεῖο τιθήνης,
ἡβητὴρ Ἐχέλαε, γονὴν ἐψεύσαο Κύπρου·
οὐκ ἀπὸ Πυγμαλίωνος ἔχεις γένος, ᾦ πόρε Κύπρις
μηκεδανὴν βιότοιο πολυχρονίοιο πορείην·
οὔ σε τεῆς Παφίης ἐρρύσατο νυμφίος Ἄρης·
οὐδέ σοι ἄσπετα κύκλα παλιννόστων ἐνιαυτῶν
δῶκε τεὴ Κυθέρεια καὶ οὐ σκάζουσαν ἀπήνην,
ὄφρα φύγῃς σέο πότμον ἀλεξιμόρων ἐπὶ δίφρων,
ἡμιόνων βαρύγουνον ἀεὶ δρόμον ἡνιοχεύων.
ἤλιτον, ἐκ Κύπροιο φέρεις γένος· ὠκύμορον γὰρ
Αρης καὶ σὲ δάμασσεν ὁμοίιον υἱέι Μύρρης.
ὣς εἰπὼν πρυλέεσσι δορυσσόος ᾔχμασε Μορρεύς·
εἰλιπόδην δὲ Βίλιθον ἑλὼν καὶ Δένθιν ὀλέσσας,
αὐχένα δʼ ὀρχηστῆρος Ἐριγβώλοιο δαΐξας
ἔγχεϊ τηλεβόλῳ Φρυγίους ἐφόβησε μαχητάς·
Σηβέα δʼ ὀκριόεντι κατεπρήνιξε βελέμνῳ·
Θηβαίων δὲ φάλαγγα καί Ἀκταίωνα διώκων
ἔκτανεν Εὐβώτην, Καδμηίδος ἀστὸν ἀρούρης,
σύννομον Ἀκταίωνος. ὁμοφθόγγῳ δʼ ἀλαλητῷ
πολλοὶ Δηριάδαο πεφυζότες ἄπλετον ἀλκὴν
πασσυδὸν ὠλίσθησαν ὁμόζυγος εἰς λίνα Μοίρης,
αὐτοφόνῳ θνήσκοντες ἀλοιητῆρι σιδήρῳ,
ἀνδρὸς ἑνὸς ῥιπῇσιν· ἐπʼ ἀλλήλοις δὲ πεσόντες
αἱμαλέῃ στοιχηδὸν ἐπεστόρνυντο κονίῃ
Κρίμισος, Ἱμαλέων, Φράσιος, Θάργηλος, Ἰάων,
οἶσι δαϊζομένοις ἐναρίθμιος ἤριπε Κοίλων,
καὶ νέκυς αἱματόεντι Κύης ἐκυλίνδετο πότμῳ·