Ancient Greek · ~7 min
Book 32, lines 32.91-32.138
Nonnus of Panopolis, Διονυσιακά 32.91-138
Not analysed yet
καὶ Διὸς ὀξὺν ἔρωτα νοήμονι δείκνυε σιγῇ
ἱμερόεις νάρκισσος ἐπιθρῴσκων ἀνεμώνῃ.
οὐδέ τις ἀθανάτων σκιόεν λέχος, οὐ τότε Νύμφαι
γείτονες, οὐ Φαέθων πανεπόψιος, οὐδὲ καὶ αὐτῆς
ἔδρακεν ἄφθιτα λέκτρα βοώπιδος ὄμμα Σελήνης·
πυκνοῖς γὰρ νεφέεσσιν ἐμιτρώθη σκέπας εὐνῆς,
καὶ Διὸς ὄμματα θέλξεν ὁμόστολος Ὕπνος Ἐρώτων.
ὄφρα μὲν ἁβρὸς ἴαυεν ἐν ἄνθεσι θελγόμενος Ζεύς,
ἀγκὰς ἔχων παράκοιτιν ἀθηήτων ἐπὶ λέκτρων,
τόφρα δὲ ποικιλόμορφος ἐν οὔρεσι φοιτὰς Ἐρινὺς
νεύμασιν Ἡραίοισιν ἐθωρήχθη Διονύσῳ·
καὶ κτύπον ἐσμαράγησεν ἐπʼ ὀφθαλμοῖσι Λυαίου,
σεισαμένη βαρύδουπος ἐχιδνήεσσαν ἱμάσθλην·
καὶ κεφαλὴν ἐλέλιξε, δρακοντείων δὲ κομάων
φρικτὰ τινασσομένων ἐπεσύρισε λοίγιος ἠχώ,
καὶ σκοπιὴν ἔρραινον ἐρημάδα πίδακες ἰοῦ
ἄλλοτε θηρείοιο τύπον φαίνουσα προσώπου
αἰνομανὴς ἔφριξε λέων πυκινότριχι λαιμῷ,
χάσματι φοινήεντι καταΐσσων Διονύσου.
τὸν μὲν ἀμερσινόοιο κατάσχετον ἅλματι λύσσης
Ἄρτεμις ἐσκοπίαζε, καὶ ἤθελε λύσσαν ἐλάσσαι,
ἀλλά μιν ἐπτοίησε βαρύκτυπος ὑψόθεν Ἥρη,
πυρσὸν ἀκοντίζουσα· καὶ εἴκαθε δεσπότις ἄγρης
μητρυιῇ κοτέουσα· φύλαξ δέ τις ἔπλετο Βάκχου
μαινομένου, καὶ θῆρας ἑοὺς ἀνέκοψεν ἀπειλῇ,
καὶ κύνας ἀγρευτῆρας ἐπεσφηκώσατο δεσμῷ,
αὐχενίων σφίγξασα πολύπλοκον ὁλκὸν ἱμάντων,
μὴ χρόα δηλήσαιντο νοοσφαλέος Διονύσου.
Νερτερίῳ δὲ Μέγαιρα κελαινιόωσα χιτῶνι
εἰς ζόφον αὖτις ἵκανεν, ἐπαιθύσσουσα Λυαίῳ
φάσματα ποικιλόμορφα· κατὰ Βρομίοιο δὲ πολλαὶ
ἰοβόλοι ῥαθάμιγγες ὀιστεύοντο καρήνου
καὶ βλοσυροὶ σπινθῆρες· ἀεὶ δέ οἱ ἔνδον ἀκουῆς
Ταρταρίης σύριζε λαθίφρονος ἦχος ἱμάσθλης.
καὶ μογέων Διόνυσος ἐρημάδος ἔνδοθι λόχμης
δύσβατα φοιτητῆρι διέστιχεν οὔρεα ταρσῷ
ἄσθματι δαιμονίῳ δεδονημένος· ἀμφὶ δὲ πέτραις,
οἰστρομανὴς ἅτε ταῦρος, ἑάς ἤρασσε κεραίας,
τρηχαλέον μύκημα χέων λυσσώδεϊ λαιμῷ·
Πᾶνα δὲ καλλείψασα καὶ ὑστερόφωνον ἀοιδὴν
φθόγγῳ μαινομένῳ μυκήσατο δύσθροος Ἠχώ,
ἀντίτυπον θρασὺν ἦχον ἀμειβομένη Διονύσου.
καὶ βαλίας ἐλάφους, λασίας δʼ ἐδίωκε λεαίνας
Βάκχος ἀελλήεις, μεθέπων ὀρεσίδρομον ἄγρην·
οὐδέ οἱ ἄγχι λέων θρασὺς ἤιε· ταρβαλέη δὲ
ἄρκτος ἐριπτοίητος ἐκεύθετο φωλάδι πέτρῃ
λύσσαν ἀπειλητῆρος ὑποπτήσσουσα Λυσίου,
δεχνυμένη βλοσυρῇσι θεήλατον ἦχον ἀκουαῖς·