Ancient Greek
Book 32, lines 32.139-32.185
Nonnus of Panopolis, Διονυσιακά 32.139-185
Not analysed yet
μηκεδανοὺς δὲ δράκοντας ἐρειδομένους τινί πέτρῃ
μείλιχα λιχμώοντας ἀπέθρισε νηλέι θύρσῳ·
καὶ σκοπιὰς ἐτίναξε τανυγλώχινι κεραίῃ
κτείνων ἀκλινέων ἱκετήσια φῦλα λεόντων·
καί δρύας εὐκάρποιο μετερρίζωσεν ἀρούρης,
Ἁδρυάδας δʼ ἐδίωκεν· ὀιστεύων δὲ κολώνας
Νηιάδας ποταμοῖο μετήλυδας ἤλασε Νύμφας.
Βασσαρίδες δʼ ἀλάληντο καὶ οὐχ ἥπτοντο Λυαίου,
καὶ Σάτυροι φρίσσοντες ἐνεκρύπτοντο θαλάσσῃ,
οὐδέ οἱ ἐγγὺς ἵκοντο τεθηπότες ὄγκον ἀπειλῇς,
μή σφιν ἐπαΐξειε χέων ἑτερόθροον ἠχώ,
ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης.
Δηριάδης δʼ ὑπέροπλον ἔχων θράσος ἔχραε Βάκχαις,
νεύμασιν Ἡραίοισι τινασσομένου Διονύσου.
ὡς δʼ ὅτε χειμερίων ῥοθίων μυκώμενος ὁλκῷ
ἄπλοος ἀντιπόροις βακχεύετο πόντος ἀέλλαις,
κύμασιν ἠλιβάτοισι κατάρρυτον ἠέρα νίφων.
πρυμναίους δὲ κάλωας ἀφειδέι κύματος ὁρμῇ
λαίλαπες ἐρρήξαντο, καὶ ἄσθματι λαῖφος ἐλίξας
ἰστὸν ἀνεχλαίνωσε κεκυφότα λάβρος ἀήτης
λαίφεσιν ἀμφίζωστον, ἐδοχμώθη δέ κεραίη,
ναῦται δʼ ἀσχαλόωντες ἐπέτρεπον ἐλπίδα πόντῳ·
ὣς τότε Βάκχον ὄρινεν ὅλον στρατὸν Ἰνδικὸς Ἄρης.
ἔνθά τις οὐ κατὰ κόσμον ἔην ἔρις, οὐ κλόνος ἀνδρῶν
ἶσος ἔην, οὐ δῆρις ὁμοίιος· ἀκάματος γὰρ
νόστιμος ἐγρεκύδοιμος ἐπέβρεμε χάλκεος Ἄρης,
Μωδαίου προμάχοιο φέρων τύπον, ὃς πλέον ἄλλων
ὑσμίνης ἀκόρητος ἀτερπέι τέρπετο λύθρῳ,
ᾧ πλέον εἰλαπίνης φόνος εὔαδεν· ἐν δὲ βοείῃ,
οἶά τε Γοργείων πλοκάμων ὀφιώδεας ὁλκούς,
γραπτὸν ἐυσμήριγγος ἔχων ἴνδαλμα Μεδούσης
Δηριάδῃ πέλεν ἶσος, ὁμόχροος· οὖ τότε μορφῆς
ῥιγεδανῆς ἀγέλαστον ἔχων μίμημα προσώπου,
καὶ σκολιὴν πλοκαμῖδα φέρων καὶ σῆμα βοείης,
αἰνομανὴς πεφόρητο μόθῳ λαοσσόος Ἄρης,
καὶ προμάχους θάρσυνεν. ὁμογλώσσῳ δʼ ἀλαλητῷ
Βάκχου μὴ παρεόντος ἀταρβέες ἔβρεμον Ἰνδοί,
καὶ κτύπον ἐννεάχιλον ἐπέκτυπε λοίγιος Ἄρης,
φοιταλέην συνάεθλον ἔχων Ἔριν· δὲ κυδοιμοῖς
στῆσε Φόβον καὶ Δεῖμον ὀπάονα Δηριαδῆος.
καὶ στρατιὴν οἴστρησαν ἐρημονόμου Διονύσου
Δηριάδης καὶ κῶμα Διὸς σύνδρομος Ἄρης.
συμμιγέες δὲ φάλαγγες ὁμοζήλοιο κυδοιμοῦ
Βασσαρίδων στίχα πᾶσαν ἐμιτρώσαντο σιδήρῳ,
καὶ πολέες φεύγοντες ἐνὶ κτείνοντο φονῆι,
θεινόμενοι ξιφέεσσιν, Ὁμηρίδες, εἴπατε, Μοῦσαι,
τίς θάνε, τίς δούπησεν ὑπʼ ἔγχεϊ Δηριαδῆος·