Ancient Greek · ~7 min
Book 33, lines 33.143-33.189
Nonnus of Panopolis, Διονυσιακά 33.143-189
Not analysed yet
καὶ μέσον ἀγκὰς ἑλοῦσα γαληνιόωντι προσώπῳ
πεπταμένῳ πήχυνε γεγηθότι κοῦρον ἀγοστῷ,
γούνασι κουφίζουσα φίλον βάρος· ἑζομένου δὲ
καὶ στόμα παιδὸς ἔκυσσε καὶ ὄμματα· θελξινόου δὲ
ἁπτομένη τόξοιο καὶ ἀμφαφόωσα φαρέτρην,
οἶα χόλου πνείουσα, δολόφρονα ῥήξατο φωνήν·
τέκνον ἐμόν, Φαέθοντος ἐλήσαο καὶ Κυθερείης·
οὐκέτι Πασιφάη μυκώμενα λέκτρα διώκει·
ἠέλιος γελάᾳ με, καὶ Ἀστρίδος αἷμα κορύσσει
παιδὸς ἑῆς υἱῆα μαχήμονα Δηριαδῆα,
Βασσαρίδων ὀλετῆρα γυναιμανέος Διονύσου,
καὶ Σατύρων Βρομίοιο ποθοβλήτων ἐλατῆρα.
τοῦτό με μᾶλλον ὄρινεν, ὅτι βροτοειδέι μορφῇ
Ἄρης ἐγρεκύδοιμος ἔχων συνάεθλον Ἐνυώ,
ἀρχαίης φιλότητος ἀφειδήσας Ἀφροδίτης,
νεύμασιν Ἡραίοισιν ἐθωρήχθη Διονύσῳ,
Ἰνδῴῳ βασιλῆι συνέμπορος. ἀλλʼ ἐνὶ χάρμῃ
Ἄρης Δηριάδαο, σὺ δὲ προμάχιζε Λυαίου·
ἔγχος ἔχει, σὺ δὲ τόξον ὑπέρτερον, ᾧ γόνυ κάμπτει
Ζεὺς ὕπατος καὶ θοῦρος Ἄρης καὶ θέσμιος Ἑρμῆς·
δειμαίνει σέο τόξα καὶ ὁ κλυτότοξος Ἀπόλλων.
εἰ δὲ τεῇ, φίλε κοῦρε, χαρίζεαι ἀφρογενείῃ,
Βασσαρίδων προμάχιζε καὶ ἡμετέρου Διονύσου.
ἀλλὰ μολὼν ἀκίχητος Ἑώιον εἰς κλίμα γαίης
Ἰνδῴην παρὰ πέζαν, ὅπῃ θεράπαινα Λυαίου
ἔστί τις ἐν Βάκχῃσιν, ὑπέρτερος ἥλικος ἤβης,
οὔνομα Χαλκομέδη φιλοπάρθενος—εἰ δέ κεν ἄμφω
Χαλκομέδην καὶ Κύπριν ἔσω Λιβάνοιο νοήσῃς,
οὐ δύνασαι, φίλε κοῦρε, διακρίνειν Ἀφροδίτην—.
καῖθι μολὼν χραίσμησον ἐρημονόμῳ Διονύσῳ,
Μορρέα τοξεύσας ἐπὶ κάλλεϊ Χαλκομεδείης·
σεῖο δὲ τοξοσύνης γέρας ἄξιον ἐγγυαλίξω
Λήμνιον εὐποίητον ἐγὼ στέφος, εἴκελον αἴγλαις
ἠελίου φλογεροῖο· σὺ δὲ γλυκὺν ἰὸν ἰάλλων
δὸς χάριν ἀμφοτέροις, καὶ Κύπριδι καὶ Διονύσῳ·
σὸν καὶ ἐμὸν κύδαινε γαμοστόλον ὄρνιν Ἐρώτων,
εὐφροσύνης κήρυκα βιοζυγέων ὑμεναίων.
εἶπε θεά· καὶ μάργος Ἔρως ἀνεπάλλετο κόλπου
μητρὸς ἑῆς, καὶ τόξον ἐκούφισεν, ἀμφὶ δὲ βαιῷ
ὤμῳ πανδαμάτειρον ἐπῃώρησε φαρέτρην·
καὶ πτερόεις πεπότητο διʼ αἰθέρος· ἀμφὶ δὲ Κέρνῃ
κυκλώσας πτερὰ κοῦφα βολαῖς ἀντώπιος Ἠοῦς
ἵπτατο μειδιόων, ὅτι τηλίκον ἡνιοχῆα
δίφρων οὐρανίων ὀλίγοις ἔφλεξε βελέμνοις,
καὶ σέλας Ἠελίοιο σέλας νίκησεν Ἐρώτων.
καὶ ταχὺς Ἰνδῴοιο μολὼν κατὰ μέσσον ὁμίλου
τόξον ἑὸν στήριζεν ἐπʼ αὐχένι Χαλκομεδείης·