Ancient Greek
Book 33, lines 33.94-33.142
Nonnus of Panopolis, Διονυσιακά 33.94-142
Not analysed yet
νεκταρέου δὲ ποτοῖο παλινδίνητος ἐέρση
ἰθυτενὴς ἄγναμπτος ἀγάλματος ὑψόθι κόρσης
ἠερόθεν βαρύδουπος ἐπεσμαράγησε μετώπῳ·
ἴαχε δʼ ἁβρὸν ἄγαλμα, καὶ υἱέι Κυπρογενείης
χρυσέῳ ἐσμαράγησε λέβης ἐπινίκιον ἠχώ·
καὶ στέφος ἁβρὸν Ἔρωτι πόρεν γελάσας Γανυμήδης·
καὶ ταχὺς αἰόλον ὁρμὸν ἑλὼν καὶ σφαῖραν ἀείρων
διπλόον εἶχεν ἄεθλον ἐυρραθάμιγγος ἀγῶνος,
σκιρτήσας δὲ πόδεσσι, κυβιστήσας δὲ καρήνῳ
κυδιόων ἐχόρευεν Ἔρως θρασύς· ἀντιπάλου δὲ
πολλάκις ἀχνυμένοιο κατήγαγε χεῖρα προσώπου.
ἀγλαΐη δέ οἱ ἄγχι παρίστατο· τερψινόου δὲ
δέξατο χερσὶν ἄνακτος ἀέθλια· νεῦσε δὲ κούρῳ
νόσφι μολεῖν, καὶ Ἔρωτος ἐς οὔατα μάρτυρι σιγῇ
ψευδομένης ἀγόρευε δολόφρονα μῦθον ἀνάσσης·
πανδαμάτωρ ἀδάμαστε, βιοσσόε σύγχρονε κόσμου,
σπεῦσον, ἐπεὶ Κυθέρεια βιάζεται, οὐδέ τις αὐτῇ
ἀμφιπόλων παρέμιμνε, Χάρις φύγεν, ᾤχετο Πειθώ,
καὶ Πόθος ἀστήρικτος ἐχάζετο· σοὶ δέ με μούνην
πέμψεν ἀνικήτοιο τεῆς χατέουσα φαρέτρης.
ὣς φαμένην ἐρέεινεν Ἔρως, ἴνα πάντα δαείη·
ὅττι νέοι ξύμπαντες, ἀτέρμονος ὁππότε μύθου
ἀρχὴν εἰσαΐουσι, τέλος σπεύδουσιν ἀκοῦσαι·
καὶ στομάτων ἀχάλινον ἀπερροίβδησεν ἰωήν·
τίς Παφίην ἀκάχησεν ἐμήν; ἵνα χεῖρα κορύσσω
μαρνάμενος πάντεσσι· βιαζομένης δὲ τεκούσης
νευρὴν πανδαμάτειραν ἐπὶ Κρονίωνα τανύσσω,
καὶ πάλιν οἰστρηθέντα γαμοκλόπον ὄρνιν Ἐρώτων
αἰετόν, ἤ τινα ταῦρον ἁλὸς πλωτῆρα τελέσσω·
εἰ δέ ἑ Παλλὰς ὄρινε καὶ ἤκαχεν ἀμφιγυήεις
Κεκροπίου λύχνοιο φεραυγέα δαλόν ἀνάψας,
μάρναμαι ἀμφοτέροισι, καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ·
εἰ δέ μιν ἰοχέαιρα λαγωβόλος εἰς χόλον ἕλκει,
ἔμπυρον Ὠρίωνος Ὀλύμπιον ἆορ ἐρύσσας
Ἄρτεμιν οἰστρήσαιμι, καὶ αἰθέρος ἐκτὸς ἐλάσσω
κουφίζων πτερύγεσσιν ὁμόστολον υἱέα Μαίης,
οὐτιδανὴν καλέοντα μάτην ἐπαρηγόνα Πειθώ·
καλλείψας δὲ βέλεμνα καὶ ἔμπυρον ἄμμα φαρέτρης
δαφναίοις πετάλοισι θελήμονα Φοῖβον ἱμάσσω,
δέσμιον αὐδήεντι περισφίγξας ὑακίνθῳ·
οὐ μὲν Ἐνυαλίου τρομέω σθένος, οὐδὲ μογήσω
Ἄρεα μαστίζων πεπεδημένον ἡδέι κεστῷ·
καὶ διδύμους φωστῆρας ὑποδρήσσοντας ἐρύσσω
εἰς Πάφον οὐρανόθεν, καὶ ὀπάονα μητρὶ κομίσσω
σὺν Κλυμένῃ Φαέθοντα, σὺν Ἐνδυμίωνι Σελήνην,
πάντες ἴνα γνώωσιν, ὅτι ξύμπαντα δαμάζω.
εἶπε, καἰ ἰθυκέλευθον ἐν ἠέρι ταρσὸν ἑλίσσων
ἔφθασεν Ἀγλαΐην πτερύγων διδυμάονι ῥοίζῳ,
ἄχρι δόμων ἐπέβαινεν ἐπειγομένης Ἀφροδίτης.