Ancient Greek · ~8 min
Book 33, lines 33.283-33.335
Nonnus of Panopolis, Διονυσιακά 33.283-335
Not analysed yet
καί τινος ἀρχαίοιο σοφοῦ πάρα μῦθον ἀκούσας
ἀνδράσι πὰρ Κιλίκεσσιν ἔχων μόθον ἐγγύθι Ταύρου
ἔνθεον ἀστραίων δεδαημένος οἶστρον Ἐρώτων,
ἠέρι πεπταμένην μετανεύμενος αἴθριον αὐλὴν
νυμφίον Εὐρώπης ἐπεδέρκετο, Ταῦρον Ὀλύμπου·
ἀξονίῳ δὲ τένοντι πολυπλανὲς ὄμμα τιταίνων
Καλλιστὼ σκοπίαζε καὶ ἄστατον ὁλκὸν Ἁμαξης,
γινώσκων, ὅτι θῆλυς ἐδέξατο θῆλυν ἀκοίην
μιμηλῆς μεθέποντα νόθον δέμας ἰοχεαίρης
ἀγνώστοις μελέεσσιν· ὑπερτέλλοντα δὲ Ταύρου
Μυρτίλον ἐσκοπίαζε, πυρίπνοον Ἡνιοχῆα,
ὅττι γάμῳ χραίσμησε, καὶ εἰς δρόμον Ἱπποδαμείης
ἀντίτυπον ποίησε τύπον τροχοεσδέι κηρῷ,
ἄχρι Πέλοψ γάμον εὗρε· καὶ ἀγχόθι Κασσιεπείης
αἰετὸν Αἰγίνης τανυσίπτερον εἶδεν ἀκοίτην,
καὶ δόλον ἤθελε τοῖον ἐπίκλοπον, ὄφρα καὶ αὐτὸς
Χαλκομέδης λύσειεν ἀνυμφεύτοιο κορείην,
καί τινα μῦθον ἔειπεν ἔχων ἄγρυπνον ὀπωπήν·
ἔκλυον, ὡς Σατύρῳ πανομοίιος ὑψιμέδων Ζεὺς
Ἀντιόπην δολόεντι τύπῳ νυμφεύσατο κούρην
μιμηλῇ φιλότητι φιλοσκάρθμων ὑμεναίων·
τοῖον ἔχειν ἐθέλω καὶ ἐγὼ δέμας, ὄφρα χορεύσω
εἰς στρατὸν εὐκεράων Σατύρων ἄγνωστος ἱκάνων,
Χαλκομέδης ἵνα λέκτρα φιλακρήτοιο τελέσσω.
οἶδα, πόθεν, Κυθέρεια, χολώεαι υἱάσιν Ἰνδῶν·
γείτονας Ἠελίοιο τεοὶ κλονέουσιν ὀιστοί·
οὔ πω μνῆστιν ὄλεσσας ἐλεγχομένων σέο δεσμῶν.
οὐ Φαέθων με φύτευσε· τί με κλονέεις, Ἀφροδίτη;
οὐ τέκε Πασιφάη με βοοσκόπος, οὐκ Ἀριάδνης
γνωτὸς ἐγώ. φθέγξασθε, λίθοι, πετρώδεα φωνήν.
Χαλκομέδην ποθέω, καὶ ἀναίνεται. ἔρρε, φαρέτρη,
ἔρρετε, φοίνια τόξα καὶ ἠνεμόεντες ὀιστοί·
Ἄρης οὔ με σάωσε κορυσσομένης Ἀφροδίτης·
βαιὸς Ἔρως με δάμασσε, τὸν οὐ κτάνε Βάκχος ἀγήνωρ.
τοῖα μάτην κατὰ νύκτα δυσίμερος ἔννεπε Μορρεύς.
οὐδὲ νοοπλανέος πτερὸν εὔνασεν ἡδέος Ὕπνου
Χαλκομέδην φυγόδεμνον, ἐπεὶ πόθον εἶχεν ὀλέθρου,
Μορρέα δειμαίνουσα μεμηνότα, μή μιν ἐρύσσας
θερμὸς ἀνὴρ ζεύξειεν ἀναγκαίοις ὑμεναίοις
Βάκχου μὴ παρεόντος· Ἐρυθραίῃ δὲ θαλάσσῃ
ἔννυχον ἴχνος ἔκαμψε καὶ ἴαχε κύματι κωφῷ·
Μηλίς, ἐπολβίζω σε· σὺ γάρ ποτε, νῆις Ἐρώρων,
αὐτομάτῃ στροφάλιγγι δέμας ῥίψασα θαλάσσῃ
λέκτρα γυναιμανέοντος ἀλεύαο Δαμναμενῆος·
σὸν μόρον ὀλβίζω φιλοπάρθενον· οἰστρομανῆ γὰρ
νυμφίον εἰς σὲ κόρυσσεν ἁλὸς θυγάτηρ Ἀφροδίτη,
καί σε θάλασσα φύλαξε, καὶ εἰ Παφίης πέλε μήτηρ,
καὶ θάνες ἐν ῥοθίοις ἔτι παρθένος. ἀλλὰ καὶ αὐτὴν
Χαλκομέδην ἐθέλουσαν ὕδωρ κρύψειε θαλάσσης
Μορρέος ἱμείροντος ἀπειρήτην ὑμεναίων,
ὄφρα νέη Βριτόμαρτις ἐγὼ φυγόδεμνος ἀκούσω,
ἥν ποτε πόντος ἔδεκτο καὶ ἔμπαλιν ὤπασε γαίῃ,
Κυπριδίων Μίνωος ἀφειδήσασαν Ἐρώτων.