Ancient Greek
Book 33, lines 33.336-33.382
Nonnus of Panopolis, Διονυσιακά 33.336-382
Not analysed yet
οὔ με διεπτοίησεν ἐρωμανέων ἐνοσίχθων,
οἷά περ Ἀστερίην φιλοπάρθενον, ἣν ἐνὶ πόντῳ
πλαζομένην ἐδίωκε παλίνδρομον, εἰσόκεν αὐτὴν
ἄστατον ἱππεύουσαν ἀμοιβάδι σύνδρομον αὔρῃ
κύμασιν ἀστυφέλικτον ἐνερρίζωσεν Ἀπόλλων.
δέξό με, δέξο, θάλασσα, φιλοξείνῳ σίο κόλπῳ·
δέχνυσο Χαλκομέδην μετὰ Μηλίδα· δέξο καὶ αὐτὴν
ὁπλοτέρην Βριτόμαρτιν ἀναινομένην ὑμεναίους,
ὄφρα φύγω Μορρῆα καὶ ὑμετέρην Ἀφροδίτην·
Χαλκομέδην ἐλέαιρε, βοηθόε παρθενικάων.
ὣς φαμένη δεδόνητο νόον παρὰ γείτονι πόντῳ·
καί νύ κεν αὐτοκύλιστος ἐδύσατο κῦμα θαλάσσης,
ἀλλὰ Θέτις χραίσμησε χαριζομένη Διονύσῳ,
καὶ δέμας ἀλλάξασα παρίστατο Χαλκομεδείῃ,
Βάκχης δʼ εἶδος ἔχουσα παρήγορον ἴαχε φωνήν·
τέτλαθι, Χαλκομέδη, μὴ δείδιθι Μορρέος εὐνήν·
αἴσιον ὄρνιν ἔχεις με τεῆς ἀλύτοιο κορείης,
μαρτυρίην μεθέπουσαν ἀνυμφεύτων σἐο λέκτρων.
εἰμὶ Θέτις φυγόδεμνος ὁμοίιος, εἰμὶ καὶ αὐτή,
οἷά τε Χαλκομέδη, φιλοπάρθενος· οὐρανόθεν δὲ
Ζεύς με πατὴρ ἐδίωκε καὶ ἤθελεν εἰς γάμον ἕλκειν,
εἰ μή μιν ποθέοντα γέρων ἀνέκοπτε Προμηθεὺς
θεσπίζων Κρονίωνος ἀρείονα παῖδα φυτεῦσαι,
μὴ Θέτιδός ποτε κοῦρος ἐπιβρίσειε τοκῆι
καὶ Κρονίδην ἐλάσειεν, ἅτε Κρόνον ὑψιμέδων Ζεύς.
γίνεό μοι δολόεσσα φερέσβιος· αὐτοφόνος γὰρ
αἴ κε θάνῃς ἀδίδακτος ἀνυμφεύτων ὑμεναίων,
Βασσαρίδων στίχα πᾶσαν ἀνάρσιος Ἰνδὸς ὀλέσσει·
ἀλλά μιν ἠπερόπευε, καὶ ἐκ θανάτοιο σαώσεις
σὴν στρατιὴν φύξηλιν ἱμασσομένου Διονύσου,
ψευδομένη Παφίης κενεὸν πόθον· εἰ δέ σε Μορρεὺς
εἰς εὐνὴν ἐρύσειεν ἀναινομένην ὑμεναίους,
οὐ χατέεις ἐπὶ Κύπριν ἀρηγόνος· ὑμετέρης γὰρ
φρουρὸν ἔχεις ἀπέλεθρον ὄφιν χραισμήτορα μίτρης·
ὑμέτερον δὲ Δράκοντα λαβὼν μετὰ φύλοπιν Ἰνδῶν
στηρίξει Διόνυσος ἐν ἀστεροφεγγέι κύκλῳ,
ἄγγελον οὐ λήγοντα τεῆς ἀλύτοιο κορείης,
ἐγγὺς ἑοῦ Στεφάνοιο φεραυγέος, εὖτε τελέσσῃ
ἀστερόεν μέγα σῆμα Κυδωναίης Ἀριάδνης·
Ἀρκτῴῳ δὲ Δράκοντι δράκων τεὸς ἰσοφαρίζων
ἀστράψει μερόπεσσι, συναστράπτων Ὀφιούχῳ.
ὕστερον αἰνήσεις ἁλίην Θέτιν, εὖτε νοήσῃς
ἀστέρα σὸν πυρόεντα συναστράπτοντα Σελήνῃ.
ἔσσο δὲ θαρσήεσσα γάμου χάριν· οὐ γὰρ ἀκοίτης
ἔμπεδον ὑμετέρης ἀναλύσεται ἄμμα κορείης,
οὐ μὰ σὲ καὶ Διόνυσον ἐμῆς ψαύσαντα τραπέζης,
οὐ μὰ σὲ καὶ σέο θύρσα, καὶ εἰναλίην Ἀφροδίτην.