Ancient Greek · ~7 min
Book 33, lines 33.48-33.93
Nonnus of Panopolis, Διονυσιακά 33.48-93
Not analysed yet
ἔννεπε, καὶ γενετῆρος ὅλον πόνον εἶπεν ἀνάσσῃ
Βασσαρίδων τε φάλαγγας ἀπείρονας, ἅς κτάνε Μορρεύς,
καὶ Σατύρων φύξηλιν ὅλον στρατόν, εἶπε καὶ αὐτὴν
δαιμονίην μάστιγα τινασσομένου Διονύσου
καὶ κινυρὴν σπαίρουσαν ὑπὲρ δαπέδοιο Γιγαρτώ,
Κωδώνην τʼ ἀγόρευε προώριον· αἰδομένη δὲ
πένθος ὁμοῦ καὶ κάλλος ἐπέφραδε Χαλκομεδείης.
καὶ ῥοδέου σπινθῆρα μεταλλάξασα προσώπου
ἠθάδα ῥῖψε γέλωτα φιλομμειδὴς Ἀφροδίτη.
ἀγλαΐην δʼ ἐκέλευσε διάκτορον, ὄφρα καλέσσῃ
υἱέα θοῦρον Ἔρωτα μετάρσιον ἠεροφοίτην,
ἀνδρομέης γονόεντα κυβερνητῆρα γενέθλης.
καὶ Χάρις ἴχνος ἔκαμψε, πολυστρέπτῳ δὲ προσώπῳ
σὺν χθονὶ πόντον ὄπωπε καὶ οὐρανόν, εἴ που ἐφεύροι
ἄστατον ἴχνος Ἔρωτος, ἐπεὶ πτερὰ πάντοθι πάλλει,
τέτραχα τεμνομένην κυκλούμενος ἄντυγα κόσμου.
Εὖρε δέ μιν χρυσέοιο περὶ ῥίον ἄκρον Ὀλύμπου
νεκταρέας ῥαθάμιγγας ἀκοντίζοντα κυπέλλοις·
πὰρ δέ οἱ ἵστατο κοῦρος ὁμέψιος ἁβρὸν ἀθύρων,
εὐχαίτης Ὑμέναιος· ἀερσινόου δὲ τεκούσης
οὐρανίης σοφὸν ἔργον ἐπισταμένης δρόμον ἄστρων
σφαῖραν ἄγων τροχόεσσαν ἀέθλια θήκατο νίκης,
Ἄργου δαιδαλέης ἀντίρροπον εἰκόνα μορφῆς·
καὶ πτερόεις εὔκυκλον Ἔρως μητρῷον ἀείρων
χρύσεον ὁρμὸν ἔθηκε θαλασσαίης Ἀφροδίτης,
νίκης φαιδρὸν ἄγαλμα παναίολον· ἀργύρεος δὲ
κεῖτο λέβης ἐν ἀγῶνι, καὶ οἰνοχύτου βρέτας Ἥβης
μεσσοφανῆ σκοπὸν εἶχε· καὶ ἱμερόεις Γανυμήδης
οἰνοχόος Κρονίδαο δικασπόλος ἦεν ἀγῶνος,
στέμμα φέρων παλάμῃσι. Φιλακρήτων δὲ βολάων
λαχμὸς ἔην, μεθέπων ἑτερότροπα δάκτυλα χειρῶν·
καὶ τὰ μὲν ὀρθώσαντες ἀνέσχεθον, ἄλλα δὲ καρπῷ
χειρὸς ἐπεσφήκωτο συνήορα σύζυγι δεσμῷ·
ἀμφοτέροις δʼ ἔρις ἦεν ἐπήρατος. Ἁβροκόμης δὲ
πρῶτα λαχὼν Ὑμέναιος ἕλεν δέπας, ἱπταμένην δὲ
νεκταρέην ῥαθάμιγγα μετάρσιον ἠέρι πέμπων
ῥῖψε λέβητος ὕπερθε· καὶ οὐ τότε μητέρι Μούσῃ
εὐχωλὴν ἀνέφηνε· διεσσυμένη δὲ κυπέλλου
ἠέρα μέσσον ἔτυψεν ἀερσιπότητος ἐέρση,
ἀλλὰ παρατρέψασα βολὴν βητάρμονι παλμῷ
ἑλκομένη παλίνορσος ἀγάλματος ἀμφὶ προσώπῳ
ἄψοφος ἄκρον ἔτυψεν ἀδουπήτοιο καρήνου·
δεύτερος αἰολόμητις Ἔρως τεχνήμονι θεσμῷ
ἱμερόεν δέπας εἶλε, καὶ εὔξατο Κυπρογενείῃ
λάθριος ἐν πραπίδεσσι, καὶ ἀπλανὲς ὄμμα τανύσσας
εἰς σκοπὸν ἠκόντιζεν ἑκηβόλον ἰκμάδα πέμπων·