Ancient Greek
Book 34, lines 34.136-34.187
Nonnus of Panopolis, Διονυσιακά 34.136-187
Not analysed yet
οὐ δαΐδες σελάγιζον Ἐνυαλίης φλόγα πεύκης,
καπνὸν ἐρευγομένης θανατηφόρον· ἀλλʼ ὑπὸ κέντρῳ
δαιμονίης μάστιγος ἐθηλύνοντο μαχηταί.
οὐ Σάτυροι κελάδησαν, ἐθήμονος οὐ θρόος αὐλοῦ
ἔβρεμεν ἐγρεκύδοιμος· ἀβακχεύτῳ δὲ κυδοιμῷ
Σειληνοὶ πολέμιζον ἐχέφρονες, οὐδὲ προσώπῳ
μίλτον ἐπιχρίσαντες ὁμόχροον αἴθοπι λύθρῳ
ξανθὸν ἐφοινίξαντο τύπον ψευδήμονι μορφῇ
εἰς φόβον, οὐδὲ μέτωπα πεφυρμένα λευκάδι γύψῳ,
ὡς πάρος, ἐρραίνοντο· καὶ οὐ στομάτεσσι πιόντες
θερμὸν ἐρημονόμοιο νεόσσυτον αἷμα λεαίνης
Πᾶνες ἀελλήεντες ἐβακχεύοντο κυδοιμῷ,
ἀλλὰ φόβῳ γεγάασιν ἐνηέες· ὀκναλέοι δὲ
φειδομέναις ἤρασσον ἀδουπήτοις χθόνα χηλαῖς,
φρικτὸν ἀναστείλαντες ὀρίδρομον ἅλμα χορείης.
Δηριάδης δʼ ὑπέροπλος ἐπέχραεν ἄρσενι χάρμῃ,
σείων ὡς τρυφάλειαν ἑῆς γλωχῖνα κεραίης·
θηλυτέρῃ δὲ φάλαγγι θορὼν βακχεύετο Μορρεύς·
οὐ γὰρ Χαλκομέδεια συνέμπορος ἵστατο Βάκχαις,
ὄφρά μιν αἰδέσσαιτο, κατεσσυμένην δὲ γυναικῶν
αἵματι πορφύρουσαν ἀναστείλειεν ἀκωκήν,
ἀλλὰ τότε προμάχοισιν ὁμήλυδος ἥπτετο χάρμης
παρθένος ἱμερόεσσα νέη κλυτότοξος Ἀμαζών,
φάρεα λεπτὰ φέρουσα καὶ ἀστράπτοντα χιτῶνα
ἐν πεδίῳ· τὸ γὰρ εἶπε σοφὴ Θέτις, ὄφρα σαώσῃ
λαὸν ὅλον μογέοντα τινασσομένου Διονύσου.
ἔνθα διατμήξας Χαρίτων ἴνδαλμα προσώπου
Βασσαρίδας ζώγρησεν ἀνάλκιδας ἕνδεκα Μορρεύς,
ἃς μετὰ Χαλκομέδην ἐκρίνατο· Μαιναλίδων δὲ
χεῖρας ὀπισθοτόνους ἀλύτῳ σφηκώσατο δεσμῷ,
καὶ στίχα λυσιέθειραν ὑπὸ ζυγὰ δούλια σύρων
ληίδας ἀμφιπόλους ἑκυρῷ πόρε Δηριαδῆι,
ἕδνον ἑῆς ἀλόχοιο τὸ δεύτερον, ἧς χάριν εὐνῆς
νυμφοκόμον μόθον εἶχεν ἀερσιλόφῳ παρὰ Ταύρῳ,
ὁππότε Δηριάδαο νέην βασιληίδα κούρην,
ἥλικα Χειροβίην, ζυγίῳ σφηκώσατο δεσμῷ·
οὐ γὰρ δῶρον ἔδεκτο γαμήλιον ὄρχαμος Ἰνδῶν
παιδὸς ἑῆς, οὐ χρυσὸν ἐπήρατον, οὐ λίθον ἅλμης
μαρμαρέην, ἀγέλας δὲ βοῶν καὶ πώεα μήλων
Δηριάδης ἀπέειπε, καὶ ἐγρεμόθοισι μαχηταῖς
θυγατέρων ἔζευξεν ἀδωροδόκους ὑμεναίους,
γαμβρὸν ἔχων Μορρῆα καὶ ἐννεάπηχυν Ὀρόντην·
καὶ διδύμοις προμάχοισιν ἑὴν νύμφευσε γενέθλην,
Μορρέι Χειροβίην καὶ Πρωτονόειαν Ὀρόντῃ·
οὐ γὰρ ἐπιχθονίοισιν ὁμοίιος ἔπλετο Μορρεύς,
ἀλλὰ Γιγαντείων μελέων ὑψαύχενι μορφῇ
Ἰνδῶν Γηγενέων μιμήσατο πάτριον ἀλκήν,
ἠλιβάτου Τυφῶνος ἔχων αὐτόχθονα φύτλην,
εὖτε πυριτρεφέων Ἀρίμων παρὰ γείτονι πέτρῃ
σύγγονον ἠνορέην ἐπεδείκνυε μάρτυρι Κύδνῳ,
ἕδνα φέρων θαλάμων, Κιλίκων ἱδρῶτας ἀέθλων,
νυμφίος ἀκτήμων, ἀρετῇ δʼ ἐκτήσατο νύμφην.