Ancient Greek
Book 34, lines 34.89-34.135
Nonnus of Panopolis, Διονυσιακά 34.89-135
Not analysed yet
Μορρέα δʼ ὑπνώοντα παρήπαφεν ὄψις ὀνείρου,
κλεψινόων ἐλέφαντος ἀναΐξασα πυλάων,
καί τινα μῦθον ἔειπεν ἐπήρατον ἠπεροπῆα·
δέχνυσο Χαλκομέδην πειθήμονα, νυμφίε Μορρεῦ·
δέξο καὶ ἐν λεχέεσσι μετὰ πτολέμους σέο νύμφην·
ἠματίην ὁρόων με τεὴν ηὔφρηνας ὀπωπήν,
καὶ νυχίῃ παρίαυε φιλήνορι Χαλκομεδείῃ.
ἔστι καὶ ὑπναλέοιο γάμου χάρις, ἔστι καὶ αὐτῶν
ἱμερόεις γλυκὺς οἶστρος ὀνειρείων ὑμεναίων.
ἤθελον ἀγκὰς ἔχειν σε, καὶ ἐγγύθι φαίνεται Ἠώς.
ὣς φαμένη πεπότητο· καὶ ἐξ ὕπνου θόρε Μορρεύς,
ἀρχομένης δʼ ἐνόησεν ἀμερσιγάμου φάος Ἠοῦς·
Χαλκομέδην δʼ ἐδόκησεν ἔχειν πόθον· αἶψα δὲ σιγῇ
ἔννεπε Κυπριδίην ἀπατήλιον ἐλπίδα βόσκων·
τριπλόον, ἠριγένεια, φέρεις φάος, ὅττι κομίζεις
Χαλκομέδην, καὶ φέγγος ἄγεις καὶ νύκτα διώκεις.
Μορρέος ἀγρύπνοιο παρήγορε, καὶ σὺ φανείης,
Χαλκομέδη, ῥοδόεσσα ῥοδοστεφέος πλέον Ἠοῦς·
οὔ ποτε τοῖον ἄγουσι ῥόδον λειμωνίδες Ὧραι.
παρθενικὴ χαρίεσσα, τεαὶ μεθέπουσι παρειαὶ
εἰαρινὸν λειμῶνα, τὸν οὐ χρόνος οἶδε μαραίνειν·
ἄνθεα σοὶ θαλέουσιν, ὅτε φθινοπωρίδες Ὧραι·
σὰ κρίνα καὶ κατὰ χεῖμα φαείνεται· ἀμφιέπει δὲ
σὸν δέμας οὐ λήγουσαν ἐρευθομένην ἀνεμώνην,
ἣν Χάριτες κομέουσι καὶ οὐκ ὀλέκουσιν ἀῆται.
οὔνομα σὸν κόσμησας ἀριστεύουσα σιδήρῳ·
ἄρμενον ἠνορέῃ τεὸν οὔνομα· Χαλκομέδην δὲ
οὔ σε μάτην καλέουσι· σὲ γὰρ τέκε χάλκεος Ἄρης
Κύπριδος ὲν λεχέεσσιν Ἐρωτοτόκοιο χορεύων.
Χαλκομέδην μὲν ἅπαντες, ἐγὼ δέ σε μοῦνος ἐνίψω
Χρυσομέδην, ὅτι κάλλος ἔχεις χρυσῆς Ἀφροδίτης·
πείθομαι, ὡς Σπάρτηθεν ἔχεις γένος· ὡς δοκέω γάρ,
Χαλκομέδην ἐλόχευσε σιδηροχίτων Ἀφροδίτη.
τοῖον ἔπος κατέλεξε φιλαγρύπνων ἐπὶ λέκτρων.
ἀλλʼ ὅτε φοινίσσοντι σέλας πέμπουσα προσώπῳ
ὑσμίνης προκέλευθος ἑκηβόλος ἄνθορεν Ἠώς,
Ἰνδῴην ἐκόρυσσε γονὴν λαοσσόος Ἄρης·
καὶ τότε θωρηχθέντες ἐυτροχάλων ἀπὸ λέκτρων
ἅρματι Δηριάδαο συνήλυδες ἔρρεον Ἰνδοί.
βάκχοι δʼ οὐ παρεόντος ἀνικήτου Διονύσου
εἰς πεδίον προχέοντο κατηφέες· ἐν κραδίῃ δὲ
οὐκέτι θαρσήεντες ἐπεστρατόωντο κυδοιμῷ,
ἀλλὰ φόβῳ δονέοντο· καὶ οὐ ῥηξήνορι λύσσῃ
εἰσέτι χαλκοχίτωνες ἐβακχεύοντο γυναῖκες·
οὐδὲ βαρυφθόγγοιο μεμυκότος ἀνθερεῶνος
ἀφρὸν ἀνηκόντιζον, ἐν ἀφλοίσβῳ δὲ σιωπῇ
μίμνεν ἀδεψήτοιο περίκροτα νῶτα βοείης·