Ancient Greek · ~7 min
Book 35, lines 35.0-35.45
Nonnus of Panopolis, Διονυσιακά 35.0-45
Not analysed yet
Μορρέος ἐχθρὸν Ἔρωτα τριηκοστῷ ἐνὶ πέμπτῳ δίζεο Βασσαρίδων τε φόνον καὶ Ἄρηα γυναικῶν.
Δηριάδης δʼ ἀπέλεθρος ἐμάρνατο θυιάδι χάρμῃ,
καὶ βρομίου προπόλοισιν ἐπέχραε κοίρανος Ἰνδῶν,
πῇ μὲν ἀκοντίζων δολιχῷ δορί, πῇ δὲ δαΐζων
ἄορι κωπήεντι, χαραδραίοις δὲ βελέμνοις
τοξεύων πεφόρητο καὶ ὀξυτέροισιν ὀιστοῖς.
ὣς αἱ μὲν κλονέοντο κατὰ πτόλιν ἔνδοθι πύργων
ἔγχεϊ Δηριάδαο· πολυγλώσσῳ δὲ κυδοιμῷ
ἀμφοτέρων κτύπος ἦεν· ἐρευθιόωντι δὲ λύθρῳ
ἄστεος εὐλάιγγες ἐφοινίχθησαν ἀγυιαὶ
κτεινομένων καναχηδὸν ἐν ἄστεϊ θηλυτεράων.
ἀκλινέες δὲ γέροντες ἀερσιλόφων ἐπὶ πύργων
φύλοπιν ἐσκοπίαζον· ὑπὲρ τεγέων δὲ καὶ αὐταὶ
θυρσοφόρον στίχα πᾶσαν ἐθηήσαντο γυναῖκες·
καί τις ὑπὲρ μεγάροιο περικλινθεῖσα τιθήνῃ
παρθένος ἑλκεσίπεπλος ἐδέρκετο θῆλυν Ἐνυώ,
καὶ κταμένῃ βαρύδακρυς ἐπέστενεν ἥλικι κούρῃ.
οὐδέ τις ἱμερόεσσαν ἑλὼν ἐβιήσατο νύμφην,
ὅττι γυναιμανέεσσιν ἄναξ ἐπετέλλετο λαοῖς,
φεύγειν δήια λέκτρα δορικτήτων ὑμεναίων,
μὴ Παφίης ἀλέγοντες ἀφειδήσωσιν Ἐνυοῦς.
καί τις ὑπὲρ δαπέδοιο περισκαίρουσα κονίῃ
παρθενικὴ γυμνοῦτο· παρελκομένου δὲ χιτῶνος
ἀγλαΐῃ κεκόρυστο καὶ ἱμείροντα φονῆα
οὔτασεν οὐτηθεῖσα, βέλος δέ οἱ ἔπλετο μορφή,
καὶ φθιμένη νίκησε· κατʼ ἀντιβίοιο δὲ γυμνοὶ
μηροὶ ἐθωρήχθησαν, ὀιστευτῆρες Ἐρώτων.
καὶ νύ κε νεκρὸν ἔχων πόθον ἄπνοον, ὥς περ Ἀχιλλεύς,
ἄλλην Πενθεσίλειαν ὑπὲρ δαπέδοιο δοκεύων
ψυχρὰ κονιομένης προστύξατο χείλεα νύμφης,
εἰ μὴ Δηριαδῆος ἐδείδιεν ὄγκον ἀπειλῆς.
καὶ γυμνῆς σκοπίαζεν ἀναινομένης χρόα κούρης,
καὶ σφυρὰ λευκὰ δόκευε καὶ ἀσκεπέων πτύχα μηρῶν,
καὶ μελέων ἔψανσε, καὶ ἥψατο πολλάκι μαζοῦ
οἰδαλέου ῥοδόεντος, ἐοικότος εἰσέτι μήλῳ·
ἤθελε καὶ φιλότητι μιγήμεναι· ὀψὲ δὲ κάμνων
τοίην ἱμερόεσσαν ἀνήρυγεν ἄφρονα φωνήν·
παρθενικὴ ῥοδόπηχυ, τεὸν δυσέρωτα φονῆα
οὔτασας οὐταμένη, φθιμένη ζώοντα δαμάζεις,
καὶ σὺ τεὸν βλεφάροισιν ὀιστεύεις ὀλετῆρα·
ἔγχος ἐνικήθη σέο κάλλεϊ· σεῖο προσώπου
μαρμαρυγαὶ κλονέουσιν, ὅσον γλωχῖνες ἀκόντων·
στῆθος ἔχεις ἅτε τόξον, ἐπεὶ σέο μᾶλλον ὀιστῶν
μαζοὶ ἀριστεύουσιν, ὀιστευτῆρες Ἐρώτων.
ξεῖνον ἔχω καὶ ἄπιστον ἐγὼ πόθον, ὅττι διώκω
κούρης νεκρὸν ἔρωτα καταφθιμένων ὑμεναίων·