Ancient Greek · ~7 min
Book 35, lines 35.46-35.91
Nonnus of Panopolis, Διονυσιακά 35.46-91
Not analysed yet
ἄπνοος οἶστρος ἔχει με τὸν ἔμπνοον· εἰ θέμις εἰπεῖν,
χείλεα φωνήεντα καὶ ἔμπνοα ταῦτα γενέσθω,
σῶν γλυκερῶν στομάτων ἵνα, παρθένε, μῦθον ἀκούσω
τοῖον ἔπος βοόωσα· κυλινδομένην ἐνὶ γαίῃ,
ἣν κτάνες, ἣν σύλησας, ἀτάσθαλε, κάλλιπε κούρην·
ἣν σέο χαλκὸς ἔταμνεν, ἐμοῦ μὴ ψαῦε χιτῶνος·
τί κρατέεις κενεῶνα, τὸν οὔτασας; ἴσχεο δειλῆς
ἀμφαφόων ἐμὀν ἕλκος, ὅ μοι πόρες. ἐρρέτω αἰχμή,
ἐρρέτω ἡμετέρης παλάμης θράσος, ὅττι λιποῦσα
Σειληνοὺς πολιῇσιν ὑποφρίσσοντας ἐθείραις
καὶ Σατύρων δύσμορφον ὅλον γένος, ἀντὶ γερόντων,
ἀντὶ δασνστέρνων ἁπαλὴν ἐδάμασσε γυναῖκα.
ἀλλὰ ποθοβλήτοιο τεοῦ χροὸς ἕλκος ἀφάσσων
ποίην καλλιβότοιο διαστείχων ῥάχιν ὕλης
ἕλκεος ὑμετέροιο βοηθόον εἰς σὲ καλέσσω
γηραλέον Χείρωνα φεπίσβιον; ἢ πόθεν εὕρω
φάρμακα, λυσιπόνου Παιήονος ὄργια τέχνης;
ἤθελον, ἣν κολέουσιν, ἔχειν Κενταυρίδα ποίην,
ὄφρα τεοῖς μελέεσσιν ἀνώδυνον ἄνθος ἑλίξας
ἐξ Ἄιδος ζώουσαν ἀνοστήτοιο σαώσω.
ποῖον ἔχω μάγον ὕμνον ἢ ἀστερόεσσαν ἀοιδήν,
ὄφρα θεοκλήτῳ προχέων μέλος εὐάδι φωνῇ
οὐταμένου τεὸν αἷμα κατευνήσω κενεῶνος;
ἤθελον ἐγγὺς ἔχειν φυσίζοον ἐνθάδε πηγήν,
ὄφρα τεοῖς μελέεσσι βαλὼν ὀδυνήφατον ὕδωρ
πρηΰνω τεὸν ἕλκος ἐπήρατον, ὄφρα καὶ αὐτὴν
ψυχὴν ὑμετέρην παλινάγρετον εἰς σὲ κομίσσω.
Γλαῦκε πολυσπερέων ἐτέων στροφάλιγγα κυλίνδων,
εἰ θέμις, ἀτρυγέτοιο λιπῶν κευθμῶνα θαλάσσης
δεἰξον ἐμοὶ βοτάνην ζωαρκέα, δεῖξον ἐκείνην,
ἧς ποτε σοῖς στομάτεσσιν ἐγεύσαο, καὶ βίον ἕλκεις
ἄμβροτον, ἀενάοιο χρόνου κυκλούμενος ὁλκῷ.
ὣς εἰπῶν παράμειβε, νέκυν πόθον ἐν φρεσὶ κεύθων.
καὶ πόσιος κταμένου τιμήορος ἄνθορε νύμφη
Πρωτονόη, στενάχουσα καὶ εἰσέτι νεκρὸν Ὀρόντην·
θηλυτέρην δὲ φάλαγγα διέστιχεν· ἦν δὲ νοῆσαι
ἄλλην ἀντιάνειραν Ἐρυθραίην Ἀταλάντην.
Χειροβίη δὲ λαβοῦσα σάκος καὶ Μορρέος αἰχμὴν
ἔχραε Βασσαρίδεσσι, καὶ εἴκελος ἔπλετο Γόργῃ,
ἣ πάρος εὐπύργοιο τινασσομένης Καλυδῶνος
Τοξέος αἰθύσσονσα κασιγνήτοιο βοείην,
μάρνατο θῆλυς ἐοῦσα χολωομένου Μελεάγρου.
Ὀρσιβόη δὲ φανεῖσα σὺν ἐγρεμόθῳ παρακοίτῃ
θάρσος Ἐνυαλίης μιμήσατο Δηιανείρης,
ὁππότε Παρνησσοῖο κακοξείνῳ παρὰ πέτρῃ
θωρήχθη Δρυόπεσσι καὶ ἔπλετο θῆλυς Ἀμαζών.