Ancient Greek
Book 35, lines 35.325-35.375
Nonnus of Panopolis, Διονυσιακά 35.325-375
Not analysed yet
ἀμφί δέ οἱ στομάτεσσιν ἀνειρύσσασα χιτῶνος
ἀμβροσίης πλήθουσαν ἑὴν γυμνώσατο θηλήν,
θλιβομένην βλύζουσα χύσιν ζηλήμονι μαζῷ·
καί μιν ἀνεζώγρησε· τανυπλοκάμου δὲ Λυαίου
ὄμμασι μηκεδανοῖσι τόσην διεμέτρεεν ἥβην,
εἴ ποτε τηλίκον εἶδος ἐπιχθονίη τέκε γαστήρ,
εἰ τόσος ἦεν Ἄρης ἐγχεσπάλος, εἰ τόσος Ἑρμῆς,
εἰ Φαέθων πέλε τοῖον ἢ ἱμερόφωνος Ἀπόλλων·
καί μιν ἔχειν μενέαινεν ἐν αἰθέρι νυμφίον Ἥβης,
εἰ μή οἱ κατένευσε μετὰ χρόνον ὑψιμέδων Ζεὺς
μόρσιμον Ἡρακλῆα δυωδεκάεθλον ἀκοίτην.
ἡ μὲν ἀλεξήσασα πόνον μανιώδεα Βάκχου
ὑψιφανὴς ἀνέβαινε τὸ δεύτερον εἰς χορὸν ἄστρων,
μὴ στρατιὴν ἀσίδηρον ἐσαθρήσῃ Διονύσου
μαρναμένην νάρθηκι καὶ ἀμπελόεντι κορύμβῳ,
καὶ προμάχους κταμένους ὀλίγῳ ῥηξήνορι θύρσῳ.
οὐδὲ μάχης ἀμέλησε Διὸς πάις, ἀλλὰ μαχητὰς
θωρήξας παλίνορσος ἀγέστρατον ἴαχε φωνήν,
χειρὶ Γιγαντοφόνῳ ταμεσίχροα κισσὸν ἐλίσσων·
θαρσαλέοι μάρνασθε τὸ δεύτερον· ὲν πολέμοις γὰρ
Ζεὺς πάλιν ἡμείων πρόμος ἵσταται, υἱέι Βάκχῳ
ἴλαος, οὐρανόθεν δὲ προασπίζων Διονύσου
ἀθανάτων χορὸς ἦλθε, καὶ οὐκέτι χώεται Ἥρη.
τίς στεροπῇ Κρονίδαο μαχέσσεται; ἢ πότε δειλοὶ
δυσμενέες μίμνουσι κορυσσομένοιο κεραυνοῦ;
ἶσος ἐμῷ γενετῆρι φανήσομαι· ἐν πολέμοις γὰρ
γηγενέας Τιτῆνας ἐμὸς νίκησε Κρονίων,
νικήσω καὶ ἔγωγε χαμαιγενέων γένος Ἰνδῶν.
σήμερον ἀθρήσητε κορυμβοφόρον μετὰ νίκην
Δηριάδην ἱκέτην βραδυπειθέα, καὶ χορὸν Ἰνδῶν
αὐχένα δοχμώσαντα γαληναίῳ Διονύσῳ.
καὶ ποταμὸν μεθέποντα μεθυσφαλὲς Εὔιον ὕδωρ·
ἀντιβίους δʼ ὄψεσθε παρὰ κρητῆρι Λυαίου
ξανθὸν ὕδωρ πίνοντας ἀπʼ οἰνοπόρου ποταμοῖο,
καὶ θρασὺν Ἰνδὸν ἄνακτα, κατάσχετον οἴνοπι κισσῷ,
ἰλλόμενον πετάλοισι καὶ ἀμπελόεντι κορύμβῳ,
εἴκελα δεσμὰ φέροντα, τά περ μετὰ κύματα λύσσης
Νυσιάδες βοόωσι θεουδέες εἰσέτι Νύμφαι,
ἀλκῆς ἡμετέρης ἐπιμάρτυρες, ὁππότε κισσοῦ
ἀγχονίῳ σφίγξασα θεημάχον ἀνέρα δεσμῷ
Ἀρραβίην ἐφόβησεν ἐμὴ θρασυεργὸς ὀπώρη,
ἅμματι βοτρυόεντι βιαζομένου Λυκοόργου.
ἀλλὰ τόσου μετὰ κύκλα κυλινδομένοιο κυδοιμοῦ
ληίδα δυσμενέων συλήσατε καὶ κτέρας ἅλμης,
μαρμαρέας λάιγγας, ἐμὴν δʼ ἐπὶ μητέρα Ῥείην
ἑλκομένας πλοκάμοιο μεταστήσασθε γυναῖκας·
καὶ προμάχους τίσασθε δεδουπότας, ὧν ἐπὶ πότμῳ
τείρομαι ὀξείῃσι μεληδόσιν· ἐν κραδίῃ δὲ
ἀμφότερον κοτέω τε καὶ ἄχνυμαι, ὅττι δοκεύω
Δηριάδην ζώοντα καὶ ἀκτερέιστον Ὀφέλτην,
μεμφόμενον μετὰ πότμον ἀεργέα χεῖρα Λυαίου·