Ancient Greek · ~7 min
Book 35, lines 35.278-35.324
Nonnus of Panopolis, Διονυσιακά 35.278-324
Not analysed yet
καὶ μόγις εὐνήσας ὀλοὸν χόλον ἴαχεν Ἥρῃ·
οὔ πω ἐμῆς Σεμέλης ἐκορέσσαο, δύσμαχος Ἥρη,
ἀλλʼ ἔτι καὶ φθιμένῃ τάχα χώεαι; οὐδὲ καὶ αὐτὴ
σὸν κότον ἐπρήυνεν ἀτέρμονα νυμφιδίη φλόξ,
λέκτρα διασκεδάσασα Διοβλήτοιο Θυώνης;
Ἰνδοφόνῳ τέο μέχρις ἐπιβρίθεις Διονύσῳ;
ἅζεο σοὺς προτέρους πάλιν ἄκμονας· εἰσέτι κεῖνοι,
εἰσέτι μοι παρέασιν ἀρηγόνες, οὓς ποσὶ δήσας
ὑμετέροις ἔσφιγξα· σὺ δʼ ἄστατος ὑψόθι γαίης
αἰθέρι καὶ νεφέλῃσι μετάρσιον εἶχες ἀνάγκην·
καὶ θρασὺς ἐν νεφέλῃσι περίπλοκον ὑψόθι γαίης
δέσμιον εἶδεν Ἄρης σε, καὶ οὐ χραίσμησε τεκούσῃ·
οὐ πυρόεις Ἥφαιστος ἐπήρκεσεν· οὐ δύναται γὰρ
τλήμεναι αἰθαλόεντος ἕνα σπινθῆρα κεραυνοῦ.
δήσω σὰς παλάμας χρυσέῳ πάλιν ἠθάδι δεσμῷ·
Ἄρεα δʼ ἀρραγέεσσιν ἀλυκτοπέδῃσι πεδήσω
εἰς τροχὸν αὐτοκύλιστον ὁμόδρομον, οἷος ἀλήτης
Τάνταλος ἠερόφοιτος ἤ Ἰξίων μετανάστης·
καί μιν ἀναλθήτοισιν ὅλον πληγῇσιν ἱμάσσω,
εἰσόκε νικήσειεν ἐμὸς πάις υἱέας Ἰνδῶν.
ἀλλὰ τεῷ Κρονίωνι χαρίζεαι, αἴ κεν ἐλάσσῃς
λύσσαν ἐριπτοίητον ἱμασσομένου Διονύσου,
μηδὲ λίπῃς κοτέοντα τεὸν πόσιν, ἀλλὰ μολοῦσα
Ἰνδῴης ἀκίχητος ὑπὸ κλέτας εὔβοτον ὕλης
Βάκχῳ μαζὸν ὄρεξον ἐμὴν μετὰ μητέρα Ῥείην,
ὄφρα τελειοτέροισιν ἑοῖς στομάτεσσιν ἀρύσσῃ
σὴν ἱερὴν ῥαθάμιγγα προηγήτειραν Ὀλύμπου,
καὶ βατὸν αἰθέρα τεῦξον ἐπιχθονίῳ Διονύσῳ·
ὑμετέρῳ δὲ γάλακτι δέμας χρίσασα Λυαίου
σβέσσον ἀμερσινόοιο δυσειδέα λύματα νούσου.
καί σοι ἐπεντύνω γέρας ἄξιον· ὑμετέρῃ γὰρ
στηρίξω κατʼ Ὄλυμπον ἐοικότα κύκλον ἐέρσῃ,
Ἡραίοιο γάλακτος ἐπώνυμον, ὄφρα γεραίρω
ἰκμάδα πασιμέλουσαν ἀλεξικάκου σέο μαζοῦ·
μοῦνον ἐμοί πεφύλαξο Διὸς φιλότεκνον ἀπειλήν,
μηδέ πάλιν δόλον ἄλλον ἐπεντύνῃς Διονύσω.
ὣς εἰπὼν προέηκε παλίγκοτον εὐνέτιν Ἥρην
Βακχείης κακότητος ἀλεξήτειραν ἀνάγκῃ,
ἵλαον εὐάντητον ἀτυζομένῳ Διονύσῳ,
ὄφρα δέμας Βρομίοιο γαλαξαίῃσιν ἐέρσαις
χειρὶ περιχρίσειε θεοτρεφέων ἀπὸ μαζῶν.
Ἥρη δʼ οὐκ ἀμέλησεν· ἀκεσσιπόνοιο δὲ θηλῆς
θεσπεσίῃ ῥαθάμιγγι δέμας χρίσασα Λυαίου
ἄγρια δαιμονίης ἀπεσείσατο λύματα λύσσης·
καὶ δίδυμον φθόνον εἶχεν ὑποκλέπτοντι προσώπῳ
ἠνορέην ὁρόωσα καὶ ἀγλαΐην Διονύσου,
καὶ φθονεραῖς παλάμῃσι μεμηνότος ἥψατο Βάκχου·