Ancient Greek · ~7 min
Book 36, lines 36.140-36.190
Nonnus of Panopolis, Διονυσιακά 36.140-190
Not analysed yet
Σήμερον ἢ Διόνυσον ἐγῶ πλοκαμῖδος ἐρύσσω,
ἠὲ μόθος Βακχεῖος ἀιστώσει γένος Ἰνδῶν.
ὑμεῖς μὲν Σατύροισιν ἀλεξήτειραν ἀνάγκην
στήσατε· Δηριάδης δὲ κορυσσέσθω Διονύσῳ.
ἡμερίδων δὲ πέτηλα καὶ ὄργανα ποικίλα Βάκχου
φλέξατε, καὶ κλισίας ἐμπρήσατε· Μαιναλίδας δὲ
δμωίδας αὐχήεντι κομίσσατε Δηριαδῆι·
καὶ πυρὶ δήια θύρσα μαραίνετε· βουκεράων δὲ
Σειληνῶν Σατύρων τε πολυσπερέων κεφαλάων
λήιον ἀμήσαντες ἀλοιητῆρι σιδήρῳ
στέψατε πάντα μέλαθρα βοοκραίροισι καρήνοις.
μὴ Φαέθων στέψειε πυραυγέας εἰς δύσιν ἵππους,
πρὶν Σατύρους καὶ Βάκχου ἀλυκτοπέδῃσι κομίσσω
σφιγγόμενον, καὶ στικτὸν ἐμῇ δεδαϊγμένον αἰχμῇ
ῥωγαλέον φορέοντα κατὰ στέρνοιο χιτῶνα,
θύρσον ἀπορρίψαντα· τανυπλοκάμων δὲ γυναικῶν
χαίτην ἀμπελόεσσαν ἐμῷ τεφρώσατε δαλῷ.
θαρσαλέοι δὲ γένεσθε, καὶ Ἰνδῴην μετὰ χάρμην
νίκην κυδιάνειραν ἀείσατε Δηριαδῆος,
ὄφρά τις ἐρρίγῃσι καὶ ὀψιγόνων στρατὸς ἀνδρῶν
Ἰνδοῖς Γηγενέεσσιν ἀνικήτοισιν ἐρίζειν.
ἔννεπε, καὶ προμάχους μετανεύμενος ἄλλον ἐπʼ ἄλλῳ
ἡνιόχους οἴστρησεν ἀμετροβίων ἐλεφάντων,
καί πρυλέων πομπῆας ἐπεστήριξεν ὁμίλῳ
μαρναμένους πυργηδόν. ὁμοζήλῳ δὲ κυδοιμῷ
θυρσομανὴς Διόνυσος ἐρημονόμων στίχα θηρῶν
εἰς ἐνοπήν βάκχευεν· ὀριτρεφέες δὲ μαχηταὶ
δαιμονίῃ βρυχηδὸν ἐβακχεύθησαν ἱμάσθλῃ,
καὶ πολὺς ἐκ στομάτων ἐκορύσσετο μαινόμενος θήρ·
ὠμοβόρων δὲ δράκοντες ἀποπτύοντες ὀδόντων
τηλεβόλους πόμπευον ἐς ἠέρα πίδακας ἰοῦ
χάσματι συρίζοντι μεμυκότος ἀνθερεῶνος,
λοξὰ παρασκαίροντες· ἐς ἀντιβίους δὲ θορόντες
αὐτόματον σκοπὸν εἶχον ἐχιδνήεντες ὀιστοί·
καὶ σκολιαῖς ἑλίκεσσιν ἐμιτρώθη δέμας Ἰνδῶν
εἱλομένων, βροτέους δὲ πόδας σφηκώσατο σειρὴ
εἰς δρόμον ἀίσσοντας. Ἀρειμανέες δὲ γυναῖκες
δῆριν ἐμιμήσαντο δρακοντοβόλου Φιδαλείης,
ἥ ποτε κέντρον ἔχουσα γυναικείοιο κυδοιμοῦ
δυσμενέας νίκησεν ἐχιδνήεσσι κορύμβοις
καί τις ἀπὸ στομάτων δολιχόσκιον ἔγχος ἰάλλων
ἰὸν ἀκοντιστῆρα κατέπτυε Δηριαδῆος,
καὶ φονίῃ ῥαθάμιγγι χάλυψ ἐδιαίνετο θώρηξ.
καὶ νέκυς ἐν χθονὶ κεῖτο τυπεὶς ζώοντι βελέμνῳ,
ἄπνοος ἀμφιέπων βέλος ἔμπνοον. ὀρθοπόδων δὲ
εἰς λοφιὴν ἐπίκυρτον ἀναΐξας ἐλεφάντων
πόρδαλις ᾐώρητο μετάρσιος ἅλματι ταρσῶν·
πυκνὰ δὲ θηρείοιο κατεστήρικτο καρήνου,
καὶ δρόμον ᾐώρησε τανυκνήμων ἐλεφάντων.
καὶ πολύς ἑσμὸς ἔπιπτε, βαρυσμαράγων ἀπὸ λαιμῶν
φρικτὸν ἐρημονόμων ἀίων βρύχημα λεόντων·