Ancient Greek
Book 36, lines 36.93-36.139
Nonnus of Panopolis, Διονυσιακά 36.93-139
Not analysed yet
τρίτων δʼ εὐρυγένειος ἐβόμβεεν ἠθάδι κόχλῳ
ἀνδροφυὴς ἀτέλεστος, ἀπʼ ἰξύος ἔγχλοος ἰχθύς·
Νηρεΐδες δʼ ἀλάλαζον· ὑπερκύψας δὲ θαλάσσης
σειομένου τριόδοντος Ἄραψ μυκήσατο Νηρεύς.
οὐρανίης δὲ φάλαγγος ὑπέρτερον ἦχον ἀκούων
Ζεὺς χθόνιος κελάδησε, μὴ ἐννοσίγαιος ἀράσσων
γαῖαν ἱμασσομένην ῥοθίων ἐνοσίχθονι παλμῷ
ἁρμονίην κόσμοιο μετοχλίσσειε τριαίνῃ,
μή ποτε κινήσας χθονίων κρηπῖδα βερέθρων
θηητὴν τελέσειεν ἀθηήτου χθονὸς ἕδρην,
μὴ βυθίων φλέβα πᾶσαν ἀναρρήξειεν ἐναύλων
Ταρταρίῳ κευθμῶνι χέων μετανάστιον ὕδωρ,
νέρτερον εὐρώεντα κατακλύζων πυλεῶνα.
τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων,
καὶ χθόνιαι σάλπιγγες ἐπέβρεμον· ἀμφοτέρους δὲ
ῥάβδον ἐλαφρίζων ἀνεσείρασε μείλιχος Ἑρμῆς·
τρισσοῖς δʼ ἀθανάτοισι μίαν ξυνώσατο φωνήν·
Γνωτὲ Διὸς καὶ κοῦρε, σὺ μέν, κλυτότοξε, θυέλλαις
πυρσὸν ἔα καὶ τόξα, σὺ δὲ γλωχῖνα τριαίνης,
μὴ μακάρων Τιτῆνες ἐπεγγελάσωσι κυδοιμῷ,
μὴ Κρονίην μετὰ δῆριν ἀπειλήτειραν Ὀλύμπου
δεύτερον ἀθανάτοισιν Ἄρης ἐμφύλιος εἴη,
μὴ μόθον ἄλλον ἴδοιμι μετὰ κλόνον Ἰαπετοῖο,
μηδὲ μετὰ Ζαγρῆα καὶ ὀψιγόνου περὶ Βάκχου
φλέξας γαῖαν ἅπασαν ἑῷ πυρὶ χωόμενος Ζεὺς
ἀενάου κλύσσειε τὸ δεύτερον ἄντυγα κόσμου,
ὕδασιν ὀμβρήσας χυτὸν αἰθέρα· μηδὲ νοήσω
ἠερίοις πελάγεσσι διάβροχον ἄρμα Σελήνης·
μὴ ψυχρὴν ἐχέτω Φαέθων πάλιν ἔμπυρον αἴγλην.
πρεσβυτέρῳ δʼ ὑπόεικε κυβερνητῆρι θαλάσσης,
πατροκασιγνήτῳ τανύων χάριν, ὅττι γεραίρει
εἰναλίην σέο Δῆλον ἁλὸς μεδέων ἐνοσίχθων·
μή σε λίπῃ φοίνικος ἔρως καὶ μνῆστις ἐλαίης.
τίς πάλιν, ἐννοσίγαιε, δικασπόλος ἐνθάδε Κέκροψ,
τίς πάλιν, Ἴναχος ἄλλος ἑὴν πόλιν ἴαχεν Ἥρῃ,
ὅττι καὶ Ἀπόλλωνι κορύσσεαι, ὥς περ Ἀθήνῃ,
καὶ μόθον ἄλλον ἔχεις προτέρην μετὰ φύλοπιν Ἤρης;
καὶ σύ, πάτερ μεγάλοιο, κερασφόρε, Δηριαδῆος,
Ἡφαίστου πεφύλαξο σέλας μετὰ λαμπάδα Βάκχου,
μή σε πυριγλώχινι καταφλέξειε κεραυνῷ.
ὣς εἰπὼν ἀνέκοψε θεῶν ἔμφυλον Ἐνυώ.
καὶ τότε λυσσήεις παλινάγρετον ἄμφεπε χάρμην
Δηριάδης βαρύμηνις, ἀπήμονας ὡς ἴδε Βάκχας·
καὶ μόθον ἀρτεμέοντος ὀπιπεύων Διονύσου
εἰς ἐνοπὴν οἴστρησε πεφυζότας ἡγεμονῆας·
καὶ ξυνὴν πρυλέεσσι καὶ ἱππήεσσιν ἀπειλὴν
βάρβαρον ἐσμαράγησε βαρυφθόγγων ἀπὸ λαιμῶν·