Ancient Greek · ~7 min
Book 36, lines 36.288-36.338
Nonnus of Panopolis, Διονυσιακά 36.288-338
Not analysed yet
ἔνθα πολὺς προμάχῳ πρόμος ἤρισεν· ὑψιφανὴς δὲ
Πευκετίῳ πολέμιζεν ἀερσιπόδης Ἁλιμήδης,
καὶ Φλογίῳ κεκόρυστο Μάρων καὶ Θουρέι Ληνεύς.
ὑσμίνης δὲ τάλαντα πατὴρ ἔκλινε Κρονίων·
καὶ βριαρῷ Διόνυσος ἐμάρνατο Δηριαδῆι,
μίξας ἔγχεϊ θύρσον· ἀκοντοφόρῳ δὲ μαχητῇ
πῇ μὲν ἀκοντίζοντι μετάτροπον εἶδος ἀμείβων
δύσατο παντοίης πολυδαίδαλα φάσματα μορφῆς·
πῇ δὲ θυελλήεσσα κορύσσετο μαινομένη φλόξ,
ἀγκύλον αἰθύσσουσα σέλας βητάρμονι καπνῷ.
ἄλλοτε κυμαίνων ἀπατήλιον ἔρρεεν ὕδωρ,
ὑγρὸς ὀιστεύων διερὸν βέλος· ἀμφιέπων δὲ
ἰσοφυὲς μίμημα λεοντείοιο προσώπου
ὄρθιον ἠέρταζε μετάρσιον ἀνθερεῶνα,
τρηχαλέον βρύχημα χέων πυκινότριχι λαιμῷ
καὶ κέλαδον βρονταῖον ἐρισμαράγοιο τοκῆος·
καὶ σκιερῆς φορέων πολυδαίδαλον εἶδος ὀπώρης
ἀλλοφανὴς μορφοῦτο, καὶ εἴκελος ἔρνεϊ γαίης
αὐτοτελὴς ἀκίχητος ἀνέδραμεν, αἰθέρα τύπτων,
ὡς πίτυς, ὡς πλατάνιστος· ἀμειβομένου δὲ καρήνου
μιμηλοῖς πετάλοισι νόθην δενδρώσατο χαίτην,
γαστέρα θάμνον ἔχων περιμήκετον· ἀκρεμόνας δὲ
χεῖρας ἑὰς ποίησε, καὶ ἐφλοίωσε χιτῶνας,
καὶ πόδας ἐρρίζωσεν· ἀνακρούων δὲ κεραίαις
μαρναμένου βασιλῆος ἐπεψιθύριζε προσώπῳ·
καὶ στικτοῖς μελέεσσι τύπον μιμηλὸν ὑφαίνων
πόρδαλις ὑψιπότητος ἀνέδραμεν ἅλματι ταρσῶν,
καὶ λοφιῆς ἐπέβαινεν ἀερσιλόφων ἐλεφάντων
κοῦφα βιβάς· ἐλέφας δὲ παρήορος ἅρμα τινάσσων
εἰς πέδον ἠκόντιζε θεημάχον ἡνιοχῆα,
σείων φαιδρὰ λέπαδνα καὶ ἀγκύλα κύκλα χαλινῶν.
οὐδὲ πεσὼν ἀμέλησε πέλωρ πρόμος, ἀλλὰ Λυαίῳ
μάρνατο μορφωθέντι καὶ οὔτασε πόρδαλιν αἰχμῇ.
ἀλλὰ πάλιν μετάμειψε θεὸς δέμας· ὑψιφανὴς γάρ,
ἠέρα θερμαίνων, ἐλελίζετο πυρσὸς ἀλήτης,
αἰθύσσων ἀνέμοις φλογόεν βέλος, ἀμφὶ δὲ μαζοὺς
στήθεα λαχνήεντα διέτρεχε Δηριαδῆος
κυκλόθεν· ὑψιπόρου δὲ δεδεγμένος ἅλματα καπνοῦ
ἀργενναῖς λαγόνεσσιν Ἄραψ ἐμελαίνετο θώρηξ,
βαλλόμενος σπινθῆρι· πυριβλήτου δὲ φορῆος
ἡμιδαὴς ζείοντι λόφῳ θερμαίνετο πήληξ
ἐκ βλοσυροῦ δὲ λέοντος ἐφαίνετο κάπρος ἀλήτης,
εὐρύνων μέγα χάσμα δασύτριχος ἀνθερεῶνος,
καὶ λοφιὴν πελάσας ἐπὶ γαστέρι Δηριαδῆος
ὀρθὸς ὀπισθιδίοιο ποδὸς στηρίζετο παλμῷ,
θηγαλέοις ὀνύχεσσι μέσον κενεῶνα χαράσσων.
Δηριάδης δʼ ὑπέροπλος ἐμάρνατο φάσματι κωφῷ,
ἐλπίδι μαψιδίῃ πεφορημένος· ἤθελε δʼ αἰεὶ
ἀψαύστοις ἀκίχητον ἑλεῖν εἴδωλον ἀγοστοῖς·
ἀντιτύπου δὲ λέοντος ἑὸν δόρυ πῆξε μετώπῳ,
μῦθον ἀπειλητῆρα χέων πολυειδέι Βάκχῳ·