Ancient Greek · ~7 min
Book 36, lines 36.339-36.390
Nonnus of Panopolis, Διονυσιακά 36.339-390
Not analysed yet
Τί πτώσσεις, Διόνυσε; τί σοι δόλος ἀντὶ κυδοιμοῦ;
Δηριάδην τρομέων πολυδαίδαλον εἶδος ἀμείβεις;
πόρδαλις οὐ κλονέει με φυγοπτολέμου Διονύσου,
ἄρκτον ὀιστεύω, καὶ δένδρεον ἄορι τέμνω·
ψευδομένου δὲ λέοντος ἐγὼ κενεῶνα χαράξω.
ἀλλὰ σοφοὺς Βραχμῆνας ἀτευχέας εἰς σὲ κορύσσω·
γυμνοὶ γὰρ γεγάασι, θεοκλήτοις δʼ ἐπαοιδαῖς
πολλάκις ἠερόφοιτον, ὁμοίιον ἄζυγι ταύρῳ,
οὐρανόθεν κατάγοντες ἐφαρμάξαντο Σελήνην,
πολλάκι δʼ ἱππεύοντος ἐπειγομένων ἐπὶ δίφρων
ἀσταθέος Φαέθοντος ἀνεστήσαντο πορείην.
ἔννεπε παπταίνων ἑτερότροπα φάσματα Βάκχου·
καὶ νόον εἶχεν ἄπιστον· ἀκηλήτῳ δὲ μενοινῇ
τέχνην φαρμακόεσσαν ἐπιρράψας Διονύσῳ
ἔλπετο νικήσειν Διὸς υἱέα μύστιδι τέχνῃ.
ἔνθα θορὼν ἀκίχητος ἀνέδραμεν ὑψόθι δίφρων·
καὶ θεὸς ἀφραίνοντα θεημάχον ἄνδρα δοκεύων
ἄμπελον ἐβλάστησεν ἀρηγόνα δηιοτῆτος.
καί τις ἐυσταφύλοιο θεήλατος οἰνάδος ὄρπηξ
ἑρπύζων κατὰ βαιὸν ἐς ἀργυρόκυκλον ἀπήνην
Δηριάδην ἔσφιγξεν ἀπειλητῆρι κορύμβῳ,
ἀμφιπεριπλέγδην πεπεδημένον· ἀρτιθαλῆ δὲ
σύμφυτον αἰθύσσων ἐπὶ βότρυϊ βότρυν ἀλήτην
μαινομένου βασιλῆος ἐπισκιόωντα προσώπῳ
σείετο μιτρώσας ὅλον ἀνέρα· Δηριάδην δὲ
αὐτοφυὴς ἐμέθυσσεν ἕλιξ εὐώδεϊ καρπῷ·
γυιοπέδην δʼ ἀσίδηρον ἐπέπλεκε δίζυγι ταρσῷ,
καὶ πόδας ἐρρίζωσεν ὁμοζυγέων ἐλεφάντων
ἀρραγέος κισσοῖο· καὶ οὐ τόσον ὁλκάδα πόντου
θηκτὰ περιπλεκέων ἐχενηίδος ἄκρα γενείων
δεσμῷ καρχαρόδοντι διεστήριξε θαλάσσῃ·
τοῖον ἔην μίμημα. μάτην δʼ ἐλέφαντας ἐπείγων
ἡνίοχος βαρύδουπον ἑὴν ἐλέλιζεν ἱμάσθλην,
κέντροις ὀξυτέροισιν ἀπειθέα νῶτα χαράσσων.
καὶ τόσον Ἰνδὸν ἄνακτα, τὸν οὐ κτάνεν ἄσπετος αἰχμή,
ἀμπελόεις νίκησεν ἕλιξ πρόμος· ἀμφιέπων δὲ
ἡμερίδων ὄρπηκι κατάσχετον ἀνθερεῶνα
πνίγετο Δηριάδης σκολιῷ τεθλιμμένος ὁλκῷ.
καὶ μογέων ἀτίνακτος ἐλίσσετο μαινάδι φωνῇ,
λεπτὸν ἔχων ὀλόλυγμα θεουδέος ἀνθερεῶνος,
νεύμασιν ἀφθόγγοις ἱκετήσια δάκρυα λείβων·
καὶ παλάμην ὤρεξεν ἀναυδέα, μάρτυρι σιγῇ
μόχθον ὅλον βοόων· τὸ δὲ δάκρυον ἔπλετο φωνή.
καὶ σκεδάσας Διόνυσος ἑὴν πολύδεσμον ὀπώρην
γυιοπέδην εὔβοτρυν ἀνέσπασε Δηριαδῆος,
καὶ στέφος ἡμερίδων ἑλικώδεα κισσὸν ἐλάσσας
δέσμιον αὐχένα λῦσεν ὁμοπλεκέων ἐλεφάντων.
οὐ δὲ φυγὼν δρυόεντα τανυπτόρθοιο κορύμβου
δεσμὸν ἀπειλητῆρα καὶ αὐτοέλικτον ἀνάγκην
Δηριάδης ἀπέειπεν ἐθήμονα κόμπον ἀπειλῆς,
ἀλλὰ πάλιν πρόμος ἔσκε θεημάχος· εἶχε δὲ βουλὴν
διχθαδίην, ἢ Βάκχον ἑλεῖν ἢ δμῶα τελέσσαι.