Ancient Greek · ~7 min
Book 36, lines 36.391-36.440
Nonnus of Panopolis, Διονυσιακά 36.391-440
Not analysed yet
ἀμφοτέρους δʼ ἀνέκοψε μάχης ἀμφίδρομος ὀρφνή.
καὶ μόθος ἦν μετὰ νύκτα, καὶ ὑπναλέων ἀπὸ λέκτρων
ἐγρομένους θώρηξεν ἀμοιβαίη πάλιν Ἠώς.
οὐδὲ μόθων τέλος ἦεν ἐπειγομένῳ Διονύσῳ,
ἀλλὰ τόσων μετὰ κύκλα κυλινδομένων ἐνιαυτῶν
ῥυθμὸν Ἐνυαλίοιο μάτην ἐπεβόμβεε σάλπιγξ.
ἤδη δʼ ἐγρεμόθων ἐτέων πολυκαμπέι νύσσῃ
Βακχιὰς ὀψιτέλεστος ἐμαίνετο μᾶλλον Ἐνυώ.
οὐ μὲν ἀφειδήσαντες Ἀρειμανέος Διονύσου
κάλλιπον ἀμνήστοισι μεμηλότα μῦθον ἀήταις
Δικταῖοι Ῥαδαμᾶνες ὁμόφρονες· ἀλλὰ Λυαίῳ
νῆας ἐτεχνήσαντο μαχήμονας· ἀμφὶ δὲ λόχμας
ποίπνυον ἄλλοθεν ἄλλος· ὁ μὲν τορνώσατο γόμφους,
ὃς δὲ μέσην πεπόνητο περὶ τρόπιν, ἴκρια δʼ ἄλλος
ὀρθὰ περὶ σταμίνεσσιν ἀμοιβαίῃσιν ὑφαίνων
ὁλκάδα τοῖχον ἔτευχεν, ἐπηγκενίδας δὲ συνάπτων
μηκεδανὰς κατέπηξε, βαθυνομένῃ δὲ μεσόδμῃ
μεσσοφανῆ μέσον ἱστὸν Ἄραψ ὠρθώσατο τέκτων
λαίφεϊ πεπταμένῳ πεφυλαγμένον· αὐτὰρ ἐπʼ ἄκρῳ
δουρατέην ἐπίκυρτον ἐτορνώσαντο κεραίην
ἴδμονες εὐπαλάμοιο καὶ Ἡφαίστου καὶ Ἀθήνης.
ὣς οἱ μὲν μογέοντες ἀμιμήτῳ τινὶ τέχνῃ
Βάκχῳ νῆας ἔτευχον. ἐπασχαλόων δὲ κυδοιμῷ
μαντοσύνης Διόνυσος ἑῆς ἐμνήσατο Ῥείης,
ὅττι τέλος πολέμοιο φανήσεται, ὁππότε Βάκχοι
εἰναλίην Ἰνδοῖσιν ἀναστήσωσιν Ἐνυώ.
καὶ Λύκος ἀκροτάτοιο διʼ οἴδματος ἡγεμονεύων,
νεύμασιν ἀτρέπτοισιν ὑποδρήσσων Διονύσου,
ἄβροχον ἡνιόχευεν ὁδοιπόρον ἅρμα θαλάσσης,
ἧχι σοφοὶ Ῥαδαμᾶνες, ἁλιπλανέες μετανάσται,
νῆας ἐτεχνήσαντο θαλασσοπόρῳ Διονύσῳ.
καὶ τότε τετραπόροιο χρόνου στροφάλιγγα κυλίνδων,
ἱππεύων ἔτος ἕκτον, ἑλίσσετο καμπύλος Αἰών
εἰς ἀγορὴν ἐκάλεσσε μελαρρίνων γένος Ἰνδῶν
Δηριάδης σκηπτοῦχος· ἐπειγομένῳ δὲ πεδίλῳ
λαὸν ἀολλίζων ἑτερόθροος ἤιε κῆρυξ.
αὐτίκα δʼ ἠγερέθοντο πολυσπερέων στίχες Ἰνδῶν,
ἑζόμενοι στοιχηδὸν ἀμοιβαίων ἐπὶ βάθρων·
λαοῖς δʼ ἀγρομένοισιν ἄναξ ἀγορήσατο Μορρεύς·
Ἴστε, φίλοι, τάχα πάντες, ἅ περ κάμον ὑψόθι πύργων,
εἰσόκε γαῖα Κίλισσα καὶ Ἀσσυρίων γένος ἀνδρῶν
αὐχένα δοῦλον ἔκαμψεν ὑπὸ ζυγὰ Δηριαδῆος·
ἴστε καί, ὅσσα τέλεσσα καταιχμάζων Διονύσου,
μαρνάμενος Σατύροισι καὶ ἀμητῆρι σιδήρῳ
τέμνων ἐχθρὰ κάρηνα βοοκραίροιο γενέθλης,
ὁππότε Βασσαρίδων πεπεδημένον ἑσμὸν ἐρύσσας
ὤπασα Δηριάδῃ, πολέμου γέρας, ὧν ὑπὸ λύθρῳ
ἄστεος εὐλάιγγες ἐφοινίχθησαν ἀγυιαὶ
κτεινομένων· ἕτεραι δὲ μετάρσιον ἀμφὶ χορείην
ἀγχονίῳ θλίβοντο περίπλοκον αὐχένα δεσμῷ·