Ancient Greek
Book 37, lines 37.236-37.286
Nonnus of Panopolis, Διονυσιακά 37.236-286
Not analysed yet
καὶ βοέας μάστιγας ἐκούφισαν ἡνιοχῆες,
ἱστάμενοι στοιχηδὸν ἀμοιβαίων ἐπὶ δίφρων.
καὶ σκοπὸς Αἰακὸς ἦεν ἐτήτυμος, ὄφρα νοήσας
καμπτομένους περὶ τέρμα φιλοστεφάνους ἐλατῆρας
μάρτυς ἀληθείης ἑτερόθροα νείκεα λύσῃ.
ὄμμασιν ἀπλανέεσσι διακρίνων δρόμον ἵππων.
τοῖσι μὲν ἐκ βαλβῖδος ἔην δρόμος· ἐσσυμένων δὲ
ὃς μὲν ἔην προκέλευθος, ὁ δὲ προθέοντα κιχῆσαι
ἤθελεν, ὃς δʼ ἐδίωκε μεσαίτατον, ὃς δὲ χαράξαι
ἀγχιφανὴς μενέαινεν ὀπίστερον ἡνιοχῆα.
καί τις ἐνὶ σταδίοις ἐλατὴρ ἐλατῆρα κιχήσας
ἅρματι δίφρον ἔμιξε, καὶ ἡνία χερσὶ τινάσσων
ἵππους ἀγκυλόδοντι διεπτοίησε χαλινῷ·
ἄλλος ἐπαΐσσοντι συνέμπορος ἡνιοχῆι
εἰς ἔριν ἀμφήριστον ἰσόρροπον εἶχε πορείην,
δόχμιος ὀκλάζων, τετανυσμένος, ὀρθὸς ἀνάγκῃ,
ἰξύι καμπτομένῃ, καὶ ἑκούσιον ἵππον ἐλαύνων,
φειδομένῃ παλάμῃ τεχνήμονι βαιὸν ἱμάσσων,
ἐντροπαλιζομένης δοχμώσατο κύκλον ὀπωπῆς·
δίφρον ὀπισθοπόρου πεφυλαγμένος ἡνιοχῆος·
καί νύ κεν ἀίσσοντι ποδῶν ἐπιβήτορι παλμῷ
εἰς τροχὸν αὐτοκύλιστον ὄνυξ ὠλίσθανεν ἵππων,
εἰ μὴ ἔτι σπεύδουσαν ἑὴν ἀνέκοψεν ἐρωὴν
ἡνίοχος, κατόπισθεν ἐπήλυδα δίφρον ἐρύκων.
καί τις ἔχων προκέλευθος ὀπίστερον ἡνιοχῆα
ἀντίτυπον δρόμον εἶχεν ὁμοζήλων ἐπὶ δίφρων,
ἄστατος ἔνθα καὶ ἔνθα περικλείων ἐλατῆρα
ἀγχιφανῆ. καὶ Σκέλμις, ἀπόσπορος ἐννοσιγαίου,
εἰναλίην μάστιγα Ποσειδάωνος ἑλίσσων
πάτριον ἡνιόχευε θαλασσονόμων γένος ἵππων·
οὐδὲ τόσον πεπότητο τανύπτερος ἠέρα τέμνων
Πήγασος ὑψιπότητος, ὅσον βυθίων πόδες ἵππων
χερσαίην ἀκίχητον ἐποιήσαντο πορείην.
λαοὶ δʼ εἰς ἕν ἰόντες, ἐν ὑψιλόφῳ τινὶ χώρῳ
ἑζόμενοι στοιχηδὸν ὀπιπευτῆρες ἀγῶνος,
τηλόθεν ἐσκοπίαζον ἐπειγομένων δρόμον ἵππων·
ὧν ὁ μὲν εἱστήκει πεφοβημένος, ὃς δὲ τινάσσων
δάκτυλον ἄκρον ἔσειεν ἐπισπέρχων ἐλατῆρα,
ἄλλος ἁμιλλητῆρι πόθῳ δεδονημένος ἵππων
ἱππομανῆ νόον εἶχεν ὁμόδρομον ἡνιοχῆος·
καί τις ἑοῦ προκέλευθον ἰδὼν δρόμον ἡνιοχῆος
χερσὶν ἐπεπλατάγησε καὶ ἴαχε πενθάδι φωνῇ
θαρσύνων, γελόων, τρομέων, ἐλατῆρι κελεύων.
ἅρματα δʼ εὐποίητα θοώτερα θυιάδος ἄρκτου
ἄλλοτε μὲν πεπότητο μετάρσια, πῇ δʼ ἐπὶ γαίῃ
ἀκροφανῆ πεφόρητο μόγις ψαύοντα κονίης·
καὶ ταχινῷ ψαμαθῶδες ἕδος τροχοειδέι κύκλῳ
ἅρματος ἰθυπόροιο κατέγραφεν ὁλκὸς ἀλήτης·
συμφερτὴ δʼ ἔρις ἦεν· ἐγειρομένη δὲ καἰ αὐτὴ
στήθεσιν ἱππείοισιν ἀνῃώρητο κονίη,
χαῖται δʼ ἠερίῃσιν ἐπερρώοντο θυέλλαις·