Ancient Greek · ~7 min
Book 37, lines 37.287-37.337
Nonnus of Panopolis, Διονυσιακά 37.287-337
Not analysed yet
ὀτρηροὶ δʼ ἐλατῆρες ὁμογλώσσων ἀπὸ λαιμῶν
ὀξυτέρην μάστιγος ἀπερροίβδησαν ἰωήν.
ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, ὀξὺς ὀρούσας
Σκέλμις ἔην πρώτιστος ἁλίδρομον ἅρμα τιταίνων·
καί οἱ ὁμαρτήσας ἐπεμάστιεν ἵππον Ἐρεχθεὺς
ἀγχιφανής, καὶ δίφρον ὀπισθοπόρον τάχα φαίης
εἰναλίου Τελχῖνος ἰδεῖν ἐπιβήτορα δίφρων·
καὶ γάρ ἀερσιπότητος Ἐρεχθέος ἵππος ἀγήνωρ
διχθαδίῳ μυκτῆρι παλίμπνοον ἄσθμα τιταίνων
ἀλλοτρίου θέρμαινε μετάφρενον ἡνιοχῆος,
καί νύ κεν αὐχενίων ἐδράξατο χερσὶ κομάων,
ἐντροπαλιζομένοις βλεφάροις ἐλατῆρα δοκεύων,
καί νύ κε σειομένων τροχαλῇ στροφάλιγγι γενείων
ἀφριόων στατὸς ἵππος ἀπέπτυε ἄκρα χαλινοῦ,
ἀλλὰ παρατρέψας ἀνεσείρασε δίφρον Ἐρεχθεύς,
ἡνία δʼ εὐποίητα κατέσπασεν ἅρπαγι παλμῷ,
ἀγχιφανῆ κατὰ βαιὸν ἐπισφίγγων γένυν ἵππων·
καὶ πάλιν ἐγγὺς ἔλασσε φυγὼν ἀχάλινον ἀνάγκην.
καί μιν ἑοῖς ὀχέεσσιν ἐπαΐσσοντα δοκεύων
Σκέλμις ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν·
Λῆγε θαλασσαίοισι μάτην ἵπποισιν ἐρίζων·
ἄλλον ἐμοῦ γενέταο Πέλοψ ποτὲ δίφρον ἐλαύνων
Οἰνομάου νίκησεν ἀνικήτων δρόμον ἵππων.
ἱπποσύνης μὲν ἔγωγε κυβερνητῆρα καλέσσω
ἵππιον ὑγρομέδοντα· σὺ δέ, πλήξιππε, τιταίνεις
νίκης ἐλπίδα πᾶσαν ἐς ἱστοτέλειαν Ἀθήνην.
οὐ δὲ τεῆς ὀλίγης μορίης χρέος, ἀλλά κομίζω
ἀμπελόεν στέφος ἄλλο καὶ οὐκ ἐλάχειαν ἐλαίην.
ὣς φαμένου ταχύβουλος ἐχώσατο μᾶλλον Ἐρεχθεύς,
καὶ δόλον ἠπεροπῆα καὶ ἔμφρονα μῆτιν ὑφαίνων
χερσὶ μὲν ἡνιόχευεν ἑὸν δρόμον, ἐν κραδίῃ δὲ
ἱπποσύνης πολιοῦχον ἑὴν ἐπίκουρον Ἀθήνην
κικλήσκων ταχύμυθον ἀνήρυγεν Ἀτθίδα φωνήν·
Κοίρανε Κεκροπίης, ἱπποσσόε Παλλὰς ἀμήτωρ,
ὡς σὺ Ποσειδάωνα τεῷ νίκησας ἀγῶνι,
οὕτω σὸς ναέτης Μαραθώνιον ἵππον ἐλαύνων
υἱέα νικήσειε Ποσειδάωνος Ἐρεχθεύς.
τοῖον ἔπος βοόων ἐπεμάστιεν ἰσχία πώλων,
ἅρματι δʼ ἅρμα πέλασσεν ἰσόζυγον· ἀντιβίου δὲ
λαιῇ μὲν βαρύδεσμον ἐπισφίγγων γένυν ἵππων,
σύνδρομον αὖ ἐρύων βεβιημένον ἅρμα χαλινῷ,
δεξιτερῇ μάστιζεν ἑοὺς ὑψαύχενας ἵππους
ἐσσυμένους προτέρωσε· μεταστήσας δὲ κελεύθου
θῆκε παλινδίνητον ὀπίστερον ἡνιοχῆα.
καὶ τροχαλοῖς στομάτεσσι χέων φιλοκέρτομον ἠχὼ
υἷα Ποσειδάωνος ἀμοιβάδι νείκεε φωνῇ,
ἐντροπαλιζομένην μεθέπων γελόωσαν ὀπωπήν·
Σκέλμις, ἐνικήθης· σέο φέρτερός ἐστιν Ἐρεχθεύς,
ὅττι τεὸν Βαλίον, Ζεφυρηίδος αἷμα γενέθλης,
ἄρσενα καὶ νέον ἵππον ὁδοιπόρον ἄβροχον ἅλμης
γηραλέη νίκησεν ἐμὴ θήλεια Ποδάρκη.