Ancient Greek · ~8 min
Book 37, lines 37.586-37.634
Nonnus of Panopolis, Διονυσιακά 37.586-634
Not analysed yet
δεύτερος ἠέρταζε μετάρσιον ὑψόθι γαίης
κουφίζων ἀμογητὶ πελώριον υἷα Κυρήνης
Αἰακός, ἐσσομένην ἀρετὴν τεκέεσσι φυλάσσων,
ἀκαμάτῳ Πηλῆι καὶ εὐρυβίῃ Τελαμῶνι,
ἀγκὰς ἔχων, οὐ νῶτον ἢ ὄρθιον αὐχένα κάμπτων,
πήχεσιν ἀμφοτέροισι μεσαίτατον ἄνδρα κομίζων,
ἶσον ἀμειβόντεσσιν ἔχων τύπον, οὕς κάμε τέκτων
πρηΰνων ἀνέμοιο θυελλήεσσαν ἀνάγκην.
καὶ πελάσας ὅλον ἄνδρα περιστρωθέντα κονίῃ
Αἰακὸς ἀντιπάλοιο μέσων ἐπεβήσατο νώτων
καὶ πόδα πεπταμένης διὰ γαστέρος ἐκταδὰ πέμπων,
καμπύλον ἀκροτάτῳ περὶ γούνατι δέσμα συνάπτων,
ταρσῷ ταρσὸν ἔρειδε παρὰ σφυρὸν ἄκρον ἑλίξας·
καὶ ταχὺς ἀντιβίου τετανυσμένος ὑψόθι νώτων,
χεῖρας ἑὰς στεφανηδὸν ἐπ’ ἀλλήλῃσιν ἑλίξας,
αὐχένι δεσμὸν ἔβαλλε βραχίονι, δάκτυλα κάμψας·
μυδαλέῳ δʼ ἱδρῶτι χυτὴν ἔρραινε κονίην,
αὐχμηρῇ ψαμάθῳ διερὴν ῥαθάμιγγα καθαίρων,
μὴ διολισθήσειε περίπλοκος ἅμματι χειρῶν
θερμὴν τριβομένοιο κατʼ αὐχένος ἰκμάδα πέμπων.
τοῦ δὲ πιεζομένοιο συνέρρεον ὀξέι παλμῷ
κεκριμένοι κήρυκες, ὀπιπευτῆρες ἀγῶνος,
μή μιν ἀποκτείνειεν ὁμόζυγι πήχεος ὁλκῷ.
οὐ γὰρ ἔην τότε θεσμὸς ὁμοίιος, ὃν πάρος αὐτοὶ
ὀψίγονοι φράσσαντο, τιταινομένων ὅτε δεσμῶν
αὐχενίων πνικτῆρι πόνῳ βεβαρημένος ἀνὴρ
νίκην ἀντιπάλου μνηστεύεται ἔμφρονι σιγῇ,
ἀνέρα νικήσαντα κατηφέι χειρὶ πατάξας.
καὶ τρίπον εἰκοσίμετρον ἐπηχύναντο λαβόντες
Μυρμιδόνες, θεράποντες ἀεθλοφόρου βασιλῆος·
Ἀκταίων δὲ λέβητα ταχίονι κούφισε ῥιπῇ,
δεύτερα πατρὸς ἄεθλα κατηφέι χειρὶ κομίζων.
καὶ τότε Βάκχος ἔθηκε ποδῶν ταχυτῆτος ἀγῶνα·
πρώτῳ ἀεθλητῆρι τιθεὶς κειμήλια νίκης
ἀργύρεον κρητῆρα δορικτήτην τε γυναῖκα,
δευτέρῳ αἰολόδειρον ἐθήκατο Θεσσαλὸν ἵππον,
καὶ πυμάτῳ ξίφος ὀξὺ σὺν εὐτμήτῳ τελαμῶνι.
ὀρθωθεὶς δʼ ἀγόρευε, ποδώκεας ἄνδρας ἐπείγων·
Ἀνδράσιν ὠκυπόροισιν ἀέθλια ταῦτα γενέσθω.
ὣς φαμένου Δικταῖος ἐθήμονα γούνατα πάλλων
τῷ δʼ ἐπὶ ποικιλόμητις ἀνέδραμεν ὠκὺς Ἐρεχθεύς,
Παλλάδι Νικαίῃ μεμελημένος, αὐτὰρ ἐπʼ αὐτῷ
Πρίασος ὠκυπόδης, Κυβεληίδος ἀστὸς ἀρούρης.
τοῖσι μὲν ἐκ βαλβῖδος ἔην δρόμος· Ὠκύθοος δὲ
πρῶτος ἀελλήεντι ποδῶν κουφίζετο παλμῷ,
ἰθυτενῆ προκέλευθον ἔχων δρόμον· ἐσσύμενος δὲ
δεύτερος ἀγχικέλευθος, ὀπίστερος ἦεν Ἐρεχθεύς,
γείτονος Ὠκυθόοιο μετάφρενον ἄσθματι βάλλων,
καὶ κεφαλὴν θέρμαινε· φιληλακάτοιο δὲ κούρης
οἷα κανὼν στέρνοιο πέλει μέσος, ὅν τινι μέτρῳ
παρθένος ἱστοπόνος τεχνήμονι χειρὶ τανύσσῃ,
Ὠκυθόου πέλε τόσσον ὀπίστερος· ἀμφὶ δὲ γαίῃ
ἴχνια τύπτε πόδεσσι, πάρος κόνιν ἀμφιχυθῆναι.