Ancient Greek
Book 37, lines 37.531-37.585
Nonnus of Panopolis, Διονυσιακά 37.531-585
Not analysed yet
καὶ γενύων πέλε δοῦπος· ἐπὶ θρωσμῷ δὲ προσώπου
εὐρυτέρου γεγαῶτος ἐκυμαίνοντο παρειαί,
ὀφθαλμοὶ δʼ ἑκάτερθεν ἐκοιλαίνοντο προσώπου.
Εὐρυμέδων μὲν ἔκαμνε Μελισσέος ἴδμονι τέχνῃ,
ἄσχετον ἠελίοιο μένων ἀντώπιον αἴγλην,
ὄμμα καταυγάζοντος· ἐπαΐξας δὲ Μελισσεὺς
ὀξυτέρῃ στροφάλιγγι μετάρσιον ἴχνος ἀείρων
ἄφνω γναθμὸν ἔτυψεν ὑπʼ οὔατος· αὐτὰρ ὁ κάμνων
ὕπτιος αὐτοκύλιστος ἐρείσατο νῶτα κονίῃ,
θυμολιπὴς μεθύοντι πανείκελος· εἶχε δὲ κόρσην
κεκλιμένην ἑτέρωσε, καὶ αἵματος ἔπτυεν ἄχνην
λεπτὰ παχυνομένοιο· λαβὼν δέ μιν ἐκτὸς ἀγῶνος
στυγνὸς ὑπὲρ νώτοιο μετήγαγε σύγγονος Ἄλκων
πληγῇ ἀμερσινόῳ βεβαρημένον. ἐσσύμενος δὲ
Ἰνδῴην περίμετρον ἀνηέρταζε βοείην.
καὶ διδύμους Διόνυσος ἀεθλητῆρας ἐπείγων
ἀνδράσιν ἀθλοφόροισι πάλης κήρυξεν ἀγῶνα·
καὶ τρίπος εἰκοσίμετρος ἀέθλιον ἵστατο νίκης
πρώτῳ ἀεθλητῆρι· τίθει δʼ εἰς μέσσον ἀείρας
ἀνθεμόεντα λέβητα χερείονι φωτὶ φυλάσσων.
ὀρθωθεὶς δʼ ἰάχησε πάλιν σημάντορι φωνῇ·
Δεῦτε, φίλοι, καὶ τοῦτον ἐγείρατε καλὸν ἀγῶνα.
ἔννεπε· κεκλομένου δὲ φιλοστεφάνου Διονύσου
πρῶτος Ἀρισταῖος, μετέπειτα δὲ δεύτερος ἔστη
Αἰακὸς εὐπαλάμοιο πάλης δεδαημένος ἔργα.
ζώματι δὲ σκεπόωντες ἀθηήτου φύσιν αἰδοῦς
γυμνοὶ ἀεθλεύοντες ἐφέστασαν· ἀμφότεροι δὲ
πρῶτα μὲν ἀμφοτέρας παλάμας ἐπὶ δίζυγι καρπῷ
σύμπλεκον ἔνθα καὶ ἔνθα, χυτῆς ἐπὶ νῶτα κονίης
ἀλλήλους ἐρύοντες ἀμοιβαδίς, ἅμματι χειρῶν
ἀκροτάτῳ σφίγξαντες· ἔην δʼ ἀμφίδρομος ἀνήρ,
ἄνδρα παλινδίνητον ἄγων ἑτερόζυγι παλμῷ,
ἕλκων ἑλκόμενός τε· συνοχμάζοντο γὰρ ἄμφω
χερσὶν ἀμοιβαίῃσιν, ἐκυρτώσαντο δὲ δειρήν,
μεσσατίῳ δὲ κάρηνον ἐπηρείδοντο μετώπῳ
ἀκλινέες, νεύοντες ἐπὶ χθονός· ἐκ δὲ μετώπων
θλιβομένων καμάτοιο προάγγελος ἔρρεεν ἱδρώς·
[573] ἀμφοτέρων δʼ ἄρα νῶτα κεκυφότα πήχεος ὁλκῷ
δίζυγι συμπλεκέος παλάμης ἐτρίβετο δεσμῷ·
σμῶδιξ δʼ αὐτοτέλεστος ἀνέδραμεν αἵματι θερμῷ,
αἰόλα πορφύρουσα· δέμας δʼ ἐστίζετο φωτῶν.
οἱ δὲ παλαισμοσύνης ἑτερότροπα μάγγανα τέχνης
ἀλλήλοις ἀνέφαινον ἀμοιβαδίς· ἀντίβιον δὲ
πρῶτος Ἀρισταῖος παλάμης πηχύνατο καρπῷ,
ἐκ χθονὸς ὀχλίζων· δολίης δʼ οὐ λήθετο τέχνης
Αἰακὸς αἰολόμητις, ὑποκλέπτοντι δὲ ταρσῷ
λαιὸν Ἀρισταίοιο ποδὸς κώληπα πατάξας
ὕπτιον αὐτοκύλιστον ὅλον περικάββαλε γαίῃ,
ἠλιβάτῳ πρηῶνι πανείκελον· ἀμφὶ δὲ λαοὶ
τηλίκον αὐχήεντα βοώμενον υἱέα Φοίβου
ὄμμασι θαμβαλέοισιν ἐθηήσαντο πεσόντα.