Ancient Greek · ~7 min
Book 38, lines 38.46-38.93
Nonnus of Panopolis, Διονυσιακά 38.46-93
Not analysed yet
καὶ Φρύγιον πολύιδριν ἀνείρετο μάντιν Ἐρεχθεύς,
σύμβολα παπταίνων ὑπάτου Διός, εἰ πέλε χάρμης
αἴσια δυσμενέεσσιν ἢ Ἰνδοφόνῳ Διονύσῳ,
οὐ τόσον ὑσμίνης ποθέων τέλος, ὅσσον ἀκοῦσαι
μυστιπόλοις ὀάροισι μεμηλότα μῦθον Ὀλύμπου,
καὶ στίχας ἀστραίων ἑλίκων καὶ κυκλάδα μήνην,
καὶ δύσιν ἠματίην Φαεθοντίδος ἄμμορον αἴγλης
κλεπτομένης. αἰεὶ δὲ θεορρήτων περὶ μύθων
Ἀτθίδος ἀρχαίης φιλοπευθέες εἰσὶ πολῖται.
οὐδὲ γέρων ἀμέλησε θεοπρόπος, ἀλλὰ Λυαίου
σείων Εὔια θύρσα καὶ οὐ Πανοπηίδα δάφνην
τοῖον ἔπος μαντῷον ἀνήρυγεν ἀνθερεῶνος·
Εἰσαΐειν ἐθέλεις φρενοθελγέα μῦθον, Ἐρεχθεῦ,
ὃν μοῦνοι δεδάασι θεοὶ ναετῆρες Ὀλύμπου;
λέξω δʼ, ὥς με δίδαξεν ἐμὸς δαφναῖος Ἀπόλλων.
μὴ στεροπὴν τρομέοις, μὴ δείδιθι πυρσὸν ἀλήτην,
μὴ δρόμον Ἠελίου ζοφοειδέα, μηδὲ Λυαίου
νίκης ἐσσομένης πρωτάγγελον ὄρνιν Ὀλύμπου·
ὡς ὅ γε θηγαλέων ὀνύχων κεχαραγμένος αἰχμαῖς,
ἅρπαγος οἰωνοῖο πεπαρμένος ὀξέι ταρσῷ,
εἰς προχοὰς ποταμοῖο δράκων ὤλισθε κεράστης,
καὶ νέκυν ἑρπηστῆρα γέρων ἔκρυψεν Ὑδάσπης,
οὕτω Δηριάδην πατρώιον οἶδμα καλύψει
εἴκελον εἶδος ἔχοντα βοοκραίρῳ γενετῆρι.
τοῖα γέρων ἀγόρευε θεηγόρος· ἀμφὶ δὲ μύθῳ
μαντιπόλῳ γήθησεν ὅλος στρατός· ἔξοχα δʼ ἄλλων
θαύματι χάρμα κέρασσεν ἀμήτορος ἀστὸς Ἀθήνης,
τοῖος ἐὼν γλυκερῇσιν ἐπʼ ἐλπίσιν, ὡς ἐνὶ μέσσῳ
κωμάζων Μαραθῶνι μετʼ Ἄρεα Δηριαδῆος.
καὶ τότε μουνωθέντι φιλοσκοπέλῳ Διονύσῳ
σύγγονος οὐρανόθεν Διὸς ἄγγελος ἤλυθεν Ἑρμῆς,
καί τινα μῦθον ἔειπε παρηγορέων ἐπὶ νίκῃ·
Μὴ τρομέοις τόδε σῆμα, καὶ εἰ πέλεν ἠματίη νύξ·
τοῦτό σοι, ἄτρομε Βάκχε, πατὴρ ἀνέφηνε Κρονίων
νίκης Ἰνδοφόνοιο προάγγελον· ἠελίῳ γὰρ
δεύτερον ἀστράπτοντι φεραυγέα Βάκχον ἐίσκω,
καὶ θρασὺν ὀρφναίῃ μελανόχροον Ἰνδὸν ὀμίχλῃ·
αἰθέρι γὰρ τύπος οὗτος ὁμοίιος· εὐφαέος δὲ
ὡς ζόφος ἠμάλδυνε καλυπτομένης φάος ἠοῦς,
καὶ πάλιν ἀντέλλων πυριφεγγέος ὑψόθι δίφρου
ἠέλιος ζοφόεσσαν ἀπηκόντιζεν ὀμίχλην,
οὕτω σῶν βλεφάρων μάλα τηλόθι καὶ σὺ τινάξας
Ταρταρίης ζοφόεσσαν Ἐρινύος ἄσκοπον ἀχλὺν
ἀστράψεις κατʼ Ἄρηα τὸ δεύτερον ὡς Ὑπερίων.
τηλίκον οὔ ποτε θαῦμα γέρων τροφὸς ἤγαγεν Αἰών,
ἐξ ὅτε δαιμονίοιο πυρὸς βεβολημένος ἀτμῷ
κύμβαχος Ἠελίοιο φεραυγέος ἔκπεσε δίφρου
ἡμιδαὴς Φαέθων, ποταμῷ δʼ ἐκρύπτετο Κελτῷ·