Ancient Greek
Book 38, lines 38.94-38.141
Nonnus of Panopolis, Διονυσιακά 38.94-141
Not analysed yet
καὶ θρασὺν ἡβητῆρα παρʼ ὀφρύσιν Ἠριδανοῖο
Ἡλιάδες κινυροῖσιν ἔτι στενάχουσι πετήλοις.
ὣς φαμένου Διόνυσος ἐγήθεεν ἐλπίδι νίκης·
Ἑρμείαν δʼ ἐρέεινε, καὶ ἤθελε μᾶλλον ἀκοῦσαι
Κελτοῖς Ἑσπερίοισι μεμηλότα μῦθον Ὀλύμπου,
πῶς Φαέθων κεκύλιστο διʼ αἰθέρος, ἢ πόθεν αὐταὶ
Ἡλιάδες παρὰ χεῦμα γοήμονος Ἠριδανοῖο
εἰς φυτὸν ἠμείβοντο, καὶ εὐπετάλων ἀπὸ δένδρων
δάκρυα μαρμαίροντα κατασταλάουσι ῥεέθροις.
καί οἱ ἀνειρομένῳ πετάσας στόμα μείλιχος Ἑρμῆς
θέσκελον ἐρροίβδησεν ἔπος φιλοπευθέι Βάκχῳ·
Ἀνδρομέου, Διόνυσε, βίου τερψίμβροτε ποιμήν,
εἴ σε παλαιγενέων ἐπέων γλυκὺς οἶστρος ἐπείγει,
μῦθον ὅλον Φαέθοντος ἐγὼ στοιχηδὸν ἐνίψω.
Ὠκεανὸς κελάδων, μιτρούμενος ἄντυγι κόσμου,
ἰκμαλέην περὶ νύσσαν ἄγων γαιήοχον ὕδωρ,
Τηθύος ἀρχεγόνοισιν ὁμιλήσας ὑμεναίοις
νυμφίος ὑδατόεις Κλυμένην τέκεν, ἥν ποτε Τηθὺς
κρείσσονα Νηιάδων διερῷ μαιώσατο μαζῷ
παρθένον ὁπλοτέρην εὐώλενον, ἧς ἐπὶ μορφῇ
ἠέλιος λυκάβαντα δυωδεκάμηνον ἑλίσσων,
αἰθέρος ἑπτάζωνον ἴτυν στεφανηδὸν ὁδεύων,
κάμνε πυρὸς ταμίης ἑτέρῳ πυρί· καὶ φλόγα δίφρων
καὶ σέλας ἀκτίνων ἐβιήσατο πυρσὸς Ἐρώτων,
ὁππότε φοινίσσοντος ὑπὲρ κέρας Ὠκεανοῖο,
ἔμπυρον Ἠῴοισιν ἑὸν δέμας ὕδασι λούων,
παρθένον ἀγχικέλευθον ἐσέδρακεν, ὁππότε γυμνὴ
νήχετο πατρῴοισιν ἐπισκαίρουσα ῥεέθροις,
λουομένη δʼ ἤστραπτεν· ἔην δέ τις, ὡς ὅτε δισσῆς
μαρμαρυγὴν τροχόεσσαν ἀναπλήσασα κεραίης
ἑσπερίη σελάγιζε διʼ ὕδατος ὄμπνια Μήνη.
ἡμιφανὴς δʼ ἀπέδιλος ἐν ὕδασιν ἵστατο κούρη,
ἠέλιον ῥοδέῃσιν ὀιστεύουσα παρειαῖς·
καὶ προχοαῖς κεχάρακτο τύπος χροός· οὐ τότε μίτρη
κούρης στέρνα κάλυπτε, καταυγάζουσα δὲ λίμνην
ἀργυφέων εὔκυκλος ἴτυς φοινίσσετο μαζῶν.
αἰθερίῳ δʼ ἐλατῆρι πατὴρ ἐζεύξατο κούρην·
καὶ Κλυμένης ὑμέναιον ἀνέκλαγον εὔποδες Ὧραι
καὶ γάμον Ἠελίοιο φαεσφόρον· ἀμφὶ δὲ Νύμφαι
Νηίδες ὠρχήσαντο· παρʼ ὑδατόεντι δὲ παστῷ
εὔλοχος ἀστράπτοντι γάμῳ νυμφεύετο κούρη,
καὶ ψυχροῖς μελέεσσιν ἐδέξατο θερμὸν ἀκοίτην.
ἀστραίης δὲ φάλαγγος ἔην θαλαμηπόλος αἴγλη,
καὶ μέλος εἰς Ὑμέναιον ἀνέπλεκε Κύπριδος ἀστήρ,
συζυγίης προκέλευθος Ἑωσφόρος· ἀντὶ δὲ πεύκης
νυμφιδίην ἀκτῖνα γαμοστόλον εἶχε Σελήνη·
Ἑσπερίδες δʼ ἀλάλαζον· ἑῇ δʼ ἅμα Τηθύι νύμφῃ
Ὠκεανὸς κελάδησε μέλος πολυπίδακι λαιμῷ.