Ancient Greek
Book 39, lines 39.340-39.386
Nonnus of Panopolis, Διονυσιακά 39.340-386
Not analysed yet
καὶ Στερόπης προμάχιζεν· ἀερσιπόδης δʼ Ἁλιμήδης
χειρὶ λαβὼν πρηῶνα θαλασσοτόκοιο κολώνης
ῥῖψεν ἐπʼ ἀντιβίοισιν· ἔδυνε δὲ φοιταλέη νηῦς
τρηχαλέου βληθεῖσα λίθου τροχοειδέι κύκλῳ.
καί τις ἀκοντισθεῖσα διʼ ὁλκάδος ὁλκάδι γείτων
ἀμφοτέρας ἔζευξεν ἁλίδρομος ἔγχεος αἰχμή,
νῆας ἐπισφίγξασα δύω ξυνήονι δεσμῷ
στεινομένων νεφεληδόν· ἔην δʼ ἑτερόκτυπος ἠχώ.
καὶ στόλος ἀμφοτέρων τετράζυγον εἶχεν Ἐνυώ,
ὧν ὁ μὲν ἀντιπόροιο περὶ ῥάχιν αἴθοπος Εὔρου,
ὃς δὲ Λιβὸς δροσεροῖο παρὰ πτερόν, ὃς δὲ Βορῆος,
καὶ Νοτίην παρὰ πέζαν. ἀμοιβαίῃσι δὲ ῥιπαῖς
Μορρεὺς μὲν ταχύγουνος ἀφʼ ὁλκάδος ὁλκάδα βαίνων
Βασσαρίδων ἐφόβησεν ἁλιπτοίητον Ἐνυώ,
ἶσος ἀριστεύων καὶ ἐν ὕδασιν· ἀλλὰ ἑ θύρσῳ
Εὔιος οὐτήσας διερῆς ἀνεσείρασε χάρμης,
καὶ μογέων ὀδύνῃσιν ἐπὶ πτόλιν ᾤχετο Μορρεύς.
ὄφρα μὲν ἔνθεον ἕλκος, ὅ μιν λάχε, δαιμονίη χεὶρ
λυσιπόνου Βραχμῆνος ἀκέσσατο Φοιβάδι τέχνῃ,
θεσπεσίῃ λάλον ὕμνον ὑποτρύζοντος ἀοιδῇ,
τόφρα δὲ δυσμενέεσσιν ἐπέχραε Λύδιος Ἄρης.
τοῖσι μὲν ἐγρεκύδοιμος ἕην πλόος, εἶχε δʼ Ἐνυὼ
ναυτιλίης προκέλευθον, ἁλισμαράγου δὲ κυδοιμοῦ
ἦν κλόνος ἀμφοτέρων ἑτερότροπος· ἀντιβίων γὰρ
ὅσσοι μὲν κραναοῖσιν ὀιστεύοντο βελέμνοις
ἢ φονίοις πετάλοισιν ἢ ἔγχεσιν ἠὲ μαχαίραις,
χεῖρας ἐρετμώσαντες ἀήθεας εἰς μέλαν ὕδωρ
ἴθμασιν ἀσταθέεσσιν ἐτυμβεύοντο θαλάσσης·
εἰ δέ τις εἰς ἅλα πῖπτε τυπεὶς Βρομίοιο μαχητής,
αἰθύσσων παλάμας ἐπενήχετο κύματα τέμνων
χερσὶ θαλασσομόθοισιν, ἁλιρροίζῳ δὲ κυδοιμῷ
μαρνάμενος ῥοθίοισι μετʼ ἀνέρας ἔσχισεν ὕδωρ.
εἰναλίης δὲ τάλαντα μάχης ἔκλινε Κρονίων,
νίκην ὑδατόεσσαν ἐπεντύνων Διονύσῳ·
καὶ βυθίῳ τριόδοντι κορύσσετο κυανοχαίτης
μαρνάμενος δηίοισι, καὶ ἄβροχον ἡνιοχεύων
ἅρμα Ποσειδάωνος ἐβακχεύθη Μελικέρτης.
καὶ πισύραις κατὰ πόντον ἐφιππεύοντες ἀέλλαις
κύματα πυργώσαντες ἐθωρήχθησαν ἀῆται,
δυσμενέων ἐθέλοντες ἀιστῶσαι στίχα νηῶν,
οἱ μὲν Δηριαδῆος ἀρηγόνες, οἱ δὲ Λυαίου·
καὶ Ζέφυρος κεκόρυστο, Νότος δʼ ἐπεσύρισεν Εὔρῳ,
καὶ Βορέης Θρήισσαν ἄγων ἀντίπνοον αὔρην
ἄγρια μαινομένης ἐπεμάστιε νῶτα θαλάσσης.
καὶ στόλον ἰθύνουσα μαχήμονα Δηριαδῆος
ὑσμίνης Ἔρις ἦρχε· Διωνύσοιο δὲ νηῶν
Ἰνδοφόνῳ παλάμῃ κολπώσατο λαίφεα Νίκη.