Ancient Greek · ~7 min
Book 39, lines 39.292-39.339
Nonnus of Panopolis, Διονυσιακά 39.292-339
Not analysed yet
τοῖον ἔπος φθονέων νεμεσήμονι πέφραδε φωνῇ.
αἰδομένη δὲ Θόωσα κατηφέας εἶχε παρειάς,
Ἄρεϊ μὴ παρεόντος ἐρωμανέος Πολυφήμου.
ὡς δὲ πόνου τέλος ἦεν ἐριφλοίσβοιο κυδοιμοῦ,
ἠθάδα πόντον ὄπωπε κατάρρυτον αἵματι Νηρεύς·
ξανθῆς δʼ ἐννοσίγαιος ἐθάμβεε νῶτα θαλάσσης,
ἰχθύας ἀνδροφάγους ὁρόων καὶ πληθύι νεκρῶν
γείτονος ἄβροχα νῶτα γεφυρωθέντα θαλάσσης
Βακχιάδες τε φάλαγγες ἐπέρρεον αἴθοπι λαῷ.
κεῖτο δὲ δυσμενέων στρατὸς ἄσπετος, ὧν ἐνὶ χάρμῃ
βαλλομένων ξιφέεσσι καὶ ὀξυτόροισιν ὀιστοῖς.
τοῦ μὲν ὑπὲρ λαπάρην βέλος ἔμπεσε, τοῦ δὲ τυπέντος
ἔγχεϊ χαλκείῳ μεσάτης ὑπὲρ ἄντυγα κόρσης
ὠτειλὴ βεβάθυστο χαρασσομένοιο καρήνου.
πολλοὶ δʼ ἔνθα καὶ ἔνθα πολυσπερέων ἐλατήρων
πόντον ἀμοιβαίοισιν ἀνασχίζοντες ἐρετμοῖς
κυανέην λεύκαινον ἐπασσυτέρην χύσιν ἀφρῷ,
καὶ πόνος ἦν ἀνόνητος ἐπειγομένων ἐλατήρων,
συμφερτοὺς δὲ κάλωας ἀοσσητῆρι σιδήρῳ
ἰθυντὴρ ἀπέκοψε καὶ ἔσχισεν ἄορι σειρήν.
Ἀμφοτέρης δὲ φάλαγγος ἐν ἠέρι ῥοῖζον ἰάλλων
ἔρρεεν ἀπλανέων δολιχόσκιος ὄμβρος ὀιστῶν·
ὧν ὁ μὲν ἱστὸν ἔβαλλε μεσαίτατον, ὃς δὲ περήσας
ἱστίον εὐδίνητον ἐβόμβεε σύνδρομος αὔραις,
ἄλλος ἔην προτόνοισι πεπαρμένος, ὃς δὲ μεσόδμῃ
κεῖτο πεσών, ἕτερος δὲ διʼ ἠέρος ἰὸς ἀλήτης
ἀκροτάτης ἐτύχησεν ἀερσιλόφοιο κεραίης,
σέλμασι δʼ ἄλλος ἔην τετανυσμένος· ἀγχιφανῆ δὲ
ἄλλα κυβερνητῆρος ἀποπλαγχθέντα κελεύθου
ἄστατα πηδαλίοιο διέξεσεν ἄκρα κορύμβου·
καὶ Φλόγιος κλυτότοξος ὑπηνέμιον βέλος ἕλκων
ἴκρια νηὸς ἔβαλλε καὶ οὐκ ἐτύχησε Λυαίου.
ἦν δʼ ἐσιδεῖν κατὰ πόντον ἐύπτερον ἰὸν ἀλήτηι
πουλύποδος σκολιοῖο περιπλεχθέντα κορύμβοις·
ἄλλου δʼ ἤμβροτεν ἄλλος· Ἐρυθραίῳ δὲ σιδήρῳ
πομπίλον ἄλλος ἔτυψε καταιχμάζων Διονύσου·
ἔγχεϊ δʼ ἠκόντιζε Κορύμβασος, ὄφρα τυχήσῃ
ὁλκαίης Σατύροιο, παραΐξασα δὲ λόγχη
ἰχθύος ὑγροπόροιο κατέγραφε δίζυγον οὐρὴν
θηγαλέῃ γλωχῖνι· τιτυσκόμενος δὲ σιδήρῳ
εἰς σκοπὸν ἀχρήιστον ἀνουτήτου Διονύσου
Δηριάδης δόρυ πέμπεν, ἀποπλαγχθεῖσα δὲ Βάκχου
εἰς ῥαχίην δελφῖνος ἐποίπνυε λοίγιος αἰχμή,
κυρτὸς ὅπῃ λοφιῇσι συνάπτεται ἰχθύος αὐχήν,
δελφὶς δʼ αὐτοέλικτος ἐθήμονι κυκλάδι νύσσῃ
ἡμιθανὴς σκίρτησε χορίτιδος ἅλματι Μοίρης·
πολλοὶ δʼ ἔνθα καὶ ἔνθα κυβιστητῆρες ὀλέθρου
ἰχθύες ὠρχήσαντο χαρασσομένων ἀπὸ νώτων.