Ancient Greek · ~7 min
Book 4, lines 4.182-4.225
Nonnus of Panopolis, Διονυσιακά 4.182-225
Not analysed yet
Ὤμοι, τίς μετάμειψεν ἐμὴν φρένα; σώζεο, πάτρη,
χαίροις, Ἠμαθίων καὶ πᾶς δόμος· ἄντρα Καβείρων,
χαίρετε, καὶ σκοπιαὶ Κορυβαντίδες· οὐκέτι λεύσσω
μητρῴης Ἑκάτης νυχίην θιασώδεα πεύκην.
σώζεο, παρθενίη, νυμφεύομαι ἡδέι Κάδμῳ·
Ἄρτεμι, μὴ νεμέσα, χαροπῆς ἁλὸς οἶδμα περήσω.
ἀλλʼ ἐρέεις, ὅτι πόντος ἀμείλιχος· οὐκ ἀλεγίζω
μαινομένου ῥοθίοιο, συνολλυμένους δὲ δεχέσθω
Ἁρμονίην καὶ Κάδμον ἐμὸν μητρώιον ὕδωρ.
ἕσπομαι ἡβητῆρι γάμους βοόωσα θεάων·
εἰ μὲν ἐς ἀντολίην με φέρει πλώουσαν ἀκοίτης,
ἵμερον Ὠρίωνος ἐς Ἠριγένειαν ἐνίψω,
καὶ Κεφάλου θαλάμων μιμνήσκομαι· εἰ δέ ποτʼ ἔλθω
εἰς δύσιν ἀχλυόεσσαν, ἐπʼ Ἐνδυμίωνι καὶ αὐτὴ
Λατμιὰς ἶσα παθοῦσα παρηγορέει με Σελήνη.
τοῖα νοοπλανέεσσι μεληδόσιν ἤπυε κούρη
ἄσχετος ἱμερόεντι δαϊζομένη νόον οἴστρῳ·
καὶ κινυρῇ ῥαθάμιγγι διαινομένοιο προσώπου
Ἠλέκτρης κύσε χεῖρα καὶ ὄμματα καὶ πόδας ἄκρους
καὶ κεφαλὴν καὶ στέρνα, καὶ Ἠμαθίωνος ὀπωπὴν
χείλεσιν αἰδομένοισι, κασιγνήτου περ ἐόντος,
πάσας δʼ ἀμφιπόλους ἠγκάζετο· μυρομένη δὲ
τυκτὰ πολυγλυφέων ἠσπάσσατο κύκλα θυράων
ἄπνοα καὶ κλιντῆρα καὶ ἕρκεα παρθενεῶνος·
πατρῴην δὲ λαβοῦσα κόνιν προσπτύξατο κούρη.
καὶ τότε χειρὸς ἔχουσα θεῶν ὑπὸ μάρτυρι πομπῇ
Ἁρμονίην ἀνάεδνον ὀφειλομένην φέρε Κάδμῳ
Ἠλέκτρη, χυτὸν ὄμβρον ἀποσμήξασα προσώπου.
Κυπριδίην δὲ θύγατρα λαβὼν ἠῷος ὁδίτης
γρηὶ σὺν ἀμφιπόλῳ λίπε δώματα, δῶρον ἀνάσσης
λάτριν ἔχων πομπῆα διʼ ἄστεος ἄχρι θαλάσσης.
παρθενικὴν δʼ ὁρόωσα παρʼ ᾐόνας ὑψόθι πόντου
ξείνῳ ἐφεσπομένην, φλογερῇ ζείουσαν ἀνάγκῃ,
Κύπριδι μεμφομένη φιλοκέρτομος ἴαχε Μήνη·
Κύπρι, καὶ εἰς σέο τέκνα κορύσσεαι, οὐδὲ καὶ αὐτῆς
ὑμετέρης ὠδῖνος ἐφείσατο κέντρον Ἐρώτων;
ἥν τέκες, οὐκ ἐλέαιρες, ἀμείλιχε; καὶ τίνα κούρην
οἰκτείρεις ἑτέρην, ὅτε σὸν γένος εἰς πόθον ἕλκεις;
πλάζεο καὶ σύ, φίλη· Παφίης τέκος εἰπὲ τεκούσῃ·
κερτομέει Φαέθων σε, καὶ αἰσχύνει με Σελήνη.
Ἁρμονίη, λιπόπατρι δυσίμερε, κάλλιπε Μήνῃ
νυμφίον Ἐνδυμίωνα, καὶ ἄμφεπε Κάδμον ἀλήτην,
τλῆθι φέρειν πόνον ἶσον, ἐρωτοτόκῳ δὲ μερίμνῃ
μνώεο καὶ σὺ καμοῦσα ποθοβλήτοιο Σελήνης.