Ancient Greek
Book 4, lines 4.226-4.284
Nonnus of Panopolis, Διονυσιακά 4.226-284
Not analysed yet
ὣς φαμένης ἑτάρους ὑπὲρ ᾐόνα Κάδμος ἐπείγων
ὁλκάδος ἰθυπόροιο παλίμπορα πείσματα λύσας
εἰαρινῷ κόλπωσεν ἀχείμονι λαῖφος ἀήτῃ·
διχθαδίους δὲ κάλωας ἐφαψάμενός τινι γόμφῳ
δουροπαγές πόμπευε διʼ οἴδματος ἅρμα θαλάσσης,
ἰσάζων ἑκάτερθε νεὼς πόδας, οἷα δὲ Φοῖνιξ,
ναυτιλίης νοέων πατρώιον ἠθάδα τέχνην,
πηδαλίῳ παρέμιμνεν· ἐπὶ πρύμνῃ δὲ καὶ αὐτὴν
Ἁρμονίην ἄψαυστον ὁμόπλοον ἵδρυε κούρην
νηὸς ἰδὼν ξείνους ἐπιβήτορας, οὓς τότε ναῦται
μισθοφόρους ἐδέχοντο. καὶ ἠρέμα σύμπλοος ἀνὴρ
ἀμφοτέρους ὁρόων ἐκεράσσατο θαύματι φωνήν·
Αὐτὸς Ἔρως πέλεν οὗτος ὁ ναυτίλος· οὐ νέμεσις γὰρ
υἷα τεκεῖν πλωτῆρα θαλασσαίην Ἀφροδίτην·
ἀλλὰ βέλος καὶ τόξον ἔχει καὶ πυρσὸν ἀείρει
βαιὸς Ἔρως πτερύγεσσι κεκασμένος· εἰσορόω δὲ
ὁλκάδα Σιδονίην. Δολόεις τάχα φώριος Ἄρης
ἕζεται ἐν πρύμνῃσιν ἔσω Λιβάνοιο κομίζων
ἑσπερίην πλώουσαν ἀπὸ Θρῄκης Ἀφροδίτην.
ἵλαθι, μῆτερ Ἔρωτος, ἀκυμάντῳ δὲ γαλήνῃ
πέμπέ μοι ἴκμενον οὖρον ἀχείμονι μητρὶ θαλάσσῃ.
τοῖον ἔπος λαθραῖον ὁμόπλοος ἔννεπεν ἀνὴρ
λοξὸς ἐς Ἁρμονίην ἀντώπιον ὄμμα τιταίνων.
καὶ πλόον ἤνυσε Κάδμος ἐς Ἑλλάδα, Φοιβάδος ὀμφῆς
οἶστρον ἔχων πραπίδεσσι, Διὸς δέ οἱ αἰὲν ἐπείγων
ἔνθεος ἀπλανέεσσιν ἐπέτρεχε μῦθος ἀκουαῖς.
ἔνθα Πανελλήνεσσι νεώτερα δῶρα τιταίνων
ἀρχεκάκου Δαναοῖο φερέσβιον ἔκρυφε τέχνην,
ὑδροφόρου Δαναοῖο· τί γὰρ πλέον εὗρεν Ἀχαιοῖς,
εἴ ποτε χαλκείῃσι πεδοσκαφέεσσι μακέλλαις
χάσματος οὐδαίοιο χυτὸν κενεῶνα κολάψας
δίψιον Ἄργος ἔπαυσε, κονιομένοις δὲ πολίταις
ὑγρὰ ποδῶν ἐπίβαθρα πόρεν, ξεινήιον ὕδωρ,
ἐκ βυθίων λαγόνων ὀλίγον ῥόον; αὐτὰρ ὁ πάσῃ
Ἑλλάδι φωνήεντα καὶ ἔμφρονα δῶρα κομίζων
γλώσσης ὄργανα τεῦξεν ὁμόθροα, συμφυέος δὲ
ἁρμονίης στοιχηδὸν ἐς ἄζυγα σύζυγα μίξας
γραπτὸν ἀσιγήτοιο τύπον τορνώσατο σιγῆς,
πάτρια θεσπεσίης δεδαημένος ὄργια τέχνης,
Αἰγυπτίης σοφίης μετανάστιος, ἦμος Ἀγήνωρ
Μέμφιδος ἐνναέτης ἑκατόμπυλον ᾤκισε Θήβην·
καί, ζαθέων ἄρρητον ἀμελγόμενος γάλα βίβλων,
χειρὸς ὀπισθοπόροιο χαράγματα λοξὰ χαράσσων
ἔγραφεν ἀγκύλα κύκλα· καὶ Αἰγυπτίου Διονύσου
εὔια φοιτητῆρος Ὀσίριδος ὄργια φαίνων
μύστιδος ἐννυχίας τελετὰς ἐδιδάσκετο τέχνης,
καὶ κρυφίῃ μάγον ὕμνον ἀνέκλαγε θυιάδι φωνῇ
λεπτὸν ἔχων ὀλόλυγμα· λιθοξοάνοιο δὲ νηοῦ
γλυπτὰ βαθυνομένῳ κεχαραγμένα δαίδαλα τοίχῳ
κουρίζων δεδάηκε· πολυφράστῳ δὲ μενοινῇ
μετρήσας φλογόεσσαν ἀνηρίθμων ἴτυν ἄστρων
καὶ δρόμον Ἠελίοιο μαθὼν καὶ μέτρον ἀρούρης,
χειρὸς ἐυστροφάλιγγος ὁμόπλοκα δάκτυλα κάμψας,
ἄστατα κύκλα νόησε παλιννόστοιο Σελήνης,
πῶς τρισσαῖς ἑλίκεσσι μετάτροπον εἶδος ἀμείβει,
ἀρτιφαής, διχόμηνις, ὅλῳ στίλβουσα προσώπῳ,
πῶς δὲ συναπτομένη καὶ ἀπόρρυτος ἄρσενι πυρσῷ
ἠελίου γενετῆρος ἀμήτορι τίκτεται αἴγλῃ,
πατρὸς ὑποκλέπτουσα παλιμφυὲς αὐτόγονον πῦρ.