Ancient Greek · ~8 min
Book 4, lines 4.334-4.376
Nonnus of Panopolis, Διονυσιακά 4.334-376
Not analysed yet
καὶ ποδὸς ἴχνος ἔθηκε Ταναγραίῳ κενεῶνι,
ἐκ δὲ Κορωνείης Ἁλιάρτιον οὖδας ἀμείβων
Θεσπιέων τε πόληα βαθυκνήμους τε Πλαταιὰς
Ἀονίης σχεδὸν ἦλθε πέδον Βοιωτὸν ὁδεύων,
ἧχί ποτʼ Ὠρίωνα, δυσίμερον υἱέα γαίης,
σκορπίος, ἀστόργοιο βοηθόος ἰοχεαίρης,
τηλίκον ἐπρήνιξεν, ἀνυμφεύτοιο θεαίνης
ἀκροτάτην ἔτι πέζαν ἀναστείλαντα χιτῶνος,
ὁ βραδὺς ἑρπύζων, χθόνιον τέρας, ἀντιβίου δὲ
ταρσὰ χαλαζήεντι τυχὼν ἐχαράξατο κέντρῳ.
καὶ γαίης ἐπέβη Χαιρωνίδος, ἔνθα κονίην
ἀργυφέην τέμνουσα βοὸς λευκαίνετο χηλή,
καὶ κραναῆς μεθέπων πολυκαμπέα κύκλα πορείης
λευκὰ κονιομένων ἀπεσείσατο λύματα ταρσῶν.
καὶ βοὸς ὀμφήεσσα χαμευνάδος ὤκλασε χηλὴ
ἄστεος ἐσσομένοιο προάγγελος. ἀλλʼ ὅτε Κάδμῳ
Πύθιον οὐδαίης ἐτελείετο θέσφατον ἠχοῦς,
βοῦν ἱερὴν θυόεντι διαστήσας παρὰ βωμῷ
δίζετο πηγαίων ὑδάτων χύσιν, ὄφρα καθήρῃ
μαντιπόλους ἕο χεῖρας, ἐπισπείσῃ δὲ θυηλαῖς
ἁγνὸν ὕδωρ· οὔ πω γὰρ ἐν οἰνοφύτοισιν ἀλωαῖς
ἁβρὸς ἀεξομένης ἀνεφαίνετο καρπὸς ὀπώρης.
καὶ πόδας ἐστήριξε δρακοντοβότῳ παρὰ Δίρκῃ·
στῆ δὲ ταφών, ὅθι λοξὰ φανεὶς ὀφιώδεϊ δεσμῷ
Ἄρεος αἰολόνωτος ὄφις μιτρώσατο πηγήν,
καὶ στρατὸν ἐπτοίησεν, ὅσος πολὺς ἕσπετο Κάδμῳ·
τὸν μὲν ὑπὸ στέρνοισι δακὼν χαροποῖσι γενείοις,
τὸν δὲ δαφοινήεντι τυχὼν ἐχάραξεν ὀδόντι,
ἄλλου μαρναμένοιο βιοσσόον ἧπαρ ἀμύξας
θῆκε νέκυν· ψαφαρὴ δὲ κατʼ αὐχένος ἔρρεε χαίτη
αὐτομάτη, πλαδαροῖο διειλυαθεῖσα καρήνου·
ἄλλον ἀνεπτοίησε θορὼν ὑπὲρ ἄντυγα κόρσης
ἀνδρομέης, ἑτέρου δὲ διέτρεχεν ἀνθερεῶνος
ἄσχετος, ἰοβόλῳ δὲ βαλὼν ὀφθαλμὸν ἐέρσῃ
μαρμαρέην ἤχλυσε μεμυκότος ὄμματος αἴγλην·
ἄλλου ταρσὸν ἔμαρψε, χαρασσόμενον δὲ γενείῳ
εἶχε δακών, καὶ χλωρὸν ἀνήρυγεν ἀφρὸν ὀδόντων
εἰς δέμας ἠιθέοιο, πελιδναίῳ δὲ σιδήρῳ
ἰσοφυὴς χλοάοντι διεψύχθη δέμας ἰῷ·
ἄλλου φυσιόωντος ὑπὸ πληγῇσι γενείων
ἀσταθέες μήνιγγες ἐκυμαίνοντο καρήνου
δήγματι φαρμακόεντι, διʼ ἐγκεφάλου δὲ χυθέντος
μυδαλέῳ μυκτῆρι κατάσσυτος ἔρρεεν ἰχώρ.
καὶ ταχὺς ἀμφιέλικτος ἐπὶ κνήμῃσιν ἀνέρπων
Κάδμον ἀπειλητῆρι δράκων ἐζώσατο δεσμῷ,
καὶ δέμας ὀρθώσας μελέων ἐπιβήτορι παλμῷ
ταυρείης περίκυκλον ἐς ὀμφαλὸν ἆλτο βοείης·
καὶ σκολιαῖς ἑλίκεσσι πόδας μιτρούμενος ἀνὴρ
ὁλκαίῃ βαρύδεσμος ἐχιδναίῃ κάμε σειρῇ,
φόρτον ἔχων δασπλῆτα, βαρυνόμενον δὲ φορῆα
ὄρθιον ἑστηῶτα κατέσπασεν εἰς πέδον ἕλκων,
καὶ στόμα πικρὸν ἔλυσε, δυσηλεγέος δὲ χανόντος
φοίνιος ὠμοβόρου πυλεὼν εὐρύνετο λαιμοῦ,
καὶ κεφαλὴν δόχθωσε, τινασσομένου δὲ καρήνου
ὑψιτενὴς ἐλέλικτο μέσος κυρτούμενος αὐχήν.