Ancient Greek · ~7 min
Book 4, lines 4.285-4.333
Nonnus of Panopolis, Διονυσιακά 4.285-333
Not analysed yet
τοῖος ἔην· καὶ κραιπνὸς Ἀχαιίδος ἄστεα βαίνων
ναυτιλίην μεθέηκε· σὸν Ἁρμονίῃ δὲ κομίζων
ἑσμὸν ἁλιπλανέων ἑτάρων χερσαῖον ὁδίτην
ἅρμασιν ἱππείοισι καὶ ἀχθοφόροισιν ἁμάξαις
μαντῴοις ἀδύτοισιν ἐπέστιχεν· ἔνθα κιχήσας
Δελφὸν ἀσιγήτοιο μεσόμφαλον ἄξονα Πυθοῦς
μαντοσύνην ἐρέεινε, καὶ ἔμφρονα Πύθιος ἄξων
κυκλόθεν αὐτοβόητος ἐθέσπισε κοιλάδι φωνῇ·
Κάδμε, μάτην, περίφοιτε, πολυπλανὲς ἴχνος ἑλίσσεις·
μαστεύεις τινὰ ταῦρον, ὃν οὐ βοέη τέκε γαστήρ,
μαστεύεις τινὰ ταῦρον, ὃν οὐ βροτὸς οἶδε κιχῆσαι·
Ἀσσυρίην ἀπόειπε, τεῆς δʼ ἡγήτορα πομπῆς
ἄμφεπε βοῦν χθονίην, μὴ δίζεο ταῦρον Ὀλύμπου·
νυμφίον Εὐρώπης οὐ βουκόλος οἶδεν ἐλαύνειν·
οὐ νομόν, οὐ λειμῶνα μετέρχεται, οὔ τινι κέντρῳ
πείθεται, οὐ μάστιγι κελεύεται· οἶδεν ἀείρειν
Κύπριδος ἁβρὰ λέπαδνα καὶ οὐ ζυγόδεσμον ἀρότρων,
αὐχένα μοῦνον Ἔρωτι καὶ οὐ Δήμητρι τιταίνει.
ἀλλὰ πόθον Τυρίοιο τεοῦ γενετῆρος ἐάσας
μίμνε παρʼ ἀλλοδαποῖσι, καὶ Αἰγυπτίης σέο Θήβης
πατρίδος ἄστυ πόλισσον ἐπώνυμον, ἧχι πεσοῦσα
εὐνήσει βαρύγουνον ἑὸν πόδα δαιμονίη βοῦς.
ὣς φάμενος τριπόδων ἐπεκοίμισε θυιάδα φωνήν,
καὶ ῥία Παρνησσοῖο τινάσσετο Φοιβάδος ἠχοῦς
γείτονος εἰσαΐοντα, καὶ ὀμφήεντι ῥεέθρῳ
Κασταλίης πάφλαζε νοήμονος ἔνθεον ὕδωρ.
εἶπε θεός· καὶ Κάδμος ἐχάζετο καὶ παρὰ νηῷ
βοῦν ἴδε, νισσομένῃ δὲ συνέστιχεν· ἑσπόμενοι δὲ
ἀνέρες ἀπλάγκτοιο βοὸς βραδυπειθέι χηλῇ
φειδομένην ἰσόμετρον ἐποιήσαντο πορείην
ὀτρηροὶ θεράποντες· ὅθεν τότε Κάδμος ὁδεύων
ἱερὸν ἔδρακε χῶρον ἐπόψιον, ἧχι νοήσας
Πύθιος ἐννεάκυκλον ὀρειάδος ὁλκὸν ἀκάνθης
εὔνασε Κιρραίης θανατηφόρον ἰὸν ἐχίδνης.
Παρνησσοῦ δὲ κάρηνα λιπὼν μετανάστιος ἀνὴρ
Δαυλίδος ἔστιχεν οὖδας ὁμούριον, ἔνθεν ἀκούω
σιγαλέης λάλον εἷμα δυσηλακάτου Φιλομήλης,
Τηρεὺς ἣν ἐμίαινεν, ὅτε ζυγίη φύγεν Ἥρη
συζυγίην ἀχόρευτον ὀρεσσαύλων ὑμεναίων,
κούρη δʼ ἀστορέεσσιν ἐπεστενάχιζε χαμεύναις
εἰνοδίου θαλάμοιο, λιπογλώσσοιο δὲ κούρης
μυρομένης Θρήισσαν ἀναγκαίην Ἀφροδίτην
δάκρυσι μιμηλοῖσι λιπόθροος ἔστενεν Ἠχώ,
παρθενικὴν φυγόδεμνον ὀδυρομένη Φιλομήλην,
ὁππότε φοινήεντι μεμιγμένον αἵματος ὁλκῷ
γλώσσης ἀρτιτόμοιο συνέβλυεν αἷμα κορείης·
καὶ Τιτυοῦ πόλιν εἶδεν, ὅπῃ θρασὺς υἱὸς Ἀρούρης
ἄλσεα καλλιπέτηλα διαστείχων Πανοπῆος
ἁγνὰ βιαζομένης ἀνεσείρασε φάρεα Λητοῦς·