Ancient Greek · ~7 min
Book 40, lines 40.351-40.398
Nonnus of Panopolis, Διονυσιακά 40.351-398
Not analysed yet
ὦπι πασιμέλουσα, τύπος χθονός, αἰθέρος εἰκών,
συμφυέος τρίπλευρον ἔχεις τελαμῶνα θαλάσσης.
ὣς εἰπὼν παράμειβε διʼ ἄστεος ὄμμα τιταίνων·
καί οἱ ὀπιπεύοντι λιθογλώχινες ἀγυιαὶ
μαρμαρυγὴν ἀνέφαινον ἀμοιβαίοιο μετάλλου·
καὶ προγόνου δόμον εἶδεν Ἀγήνορος, ἔδρακεν αὐλὰς
καὶ θάλαμον Κάδμοιο, καὶ ἁρπαμένης ποτὲ νύμφης
Εὐρώπης ἀφύλακτον ἐδύσατο παρθενεῶνα,
μνῆστιν ἔχων κερόεντος ἑοῦ Διός· ἀρχεγόνους δὲ
πηγὰς θάμβεε μᾶλλον ὅπῃ χθονίου διὰ κόλπου
νάματος ἐκχυμένου παλινάγρετον εἰς μίαν ὤρην
χεύμασιν αὐτογόνοισι πολυτρεφὲς ἔλυεν ὕδωρ·
εἶδεν Ἀβαρβαρέης γόνιμον ῥόον, ἔδρακε πηγὴν
Καλλιρόην ἐρόεσσαν ἐπώνυμον, εἶδε καὶ αὐτῆς
ἁβρὸν ἐρευγομένης Δροσερῆς νυμφήιον ὕδωρ.
ἀλλʼ ὅτε πάντα νόησεν ἑῷ φιλοτερπέι θυμῷ,
εἰς δόμον Ἀστροχίτωνος ἐκώμασε, καὶ πρόμον ἄστρων
τοῖον ἔπος βοόων ἐκαλέσσατο μύστιδι φωνῇ·
Ἀστροχίτων Ἤρακλες, ἄναξ πυρός ὄρχαμε κόσμου,
ἠέλιε, βροτέοιο βίου δολιχόσκιε ποιμήν,
ἱππεύων ἑλικηδὸν ὅλον πόλον αἴθοπι δίκῃ,
υἷα χρόνου λυκάβαντα δυωδεκάμηνον ἑλίσσων,
κύκλον ἄγεις μετὰ κύκλον· ἀφʼ ὑμετέροιο δὲ δίφρου
γήραϊ καὶ νεότητι ῥέει μορφούμενος αἰών·
μαῖα σοφῆς ὠδῖνος ἀμήτορος εἰκόνα Μήνης
ὠδίνεις τριέλικτον, ὅτε δροσόεσσα Σελήνη
σῆς λοχίης ἀκτῖνος ἀμέλγεται ἀντίτυπον πῦρ,
ταυρείην ἐπίκυρτον ἀολλίζουσα κεραίην·
παμφαὲς αἰθέρος ὄμμα, φέρεις τετράζυγι δίφρῳ
χεῖμα μετὰ φθινόπωρον, ἄγεις θέρος εἶαρ ἀμείβων.
νὺξ μὲν ἀκοντιστῆρι διωκομένη σέο πυρσῷ
χάζεται ἀστήρικτος, ὅτε ζυγὸν ἄργυφον ἕλκων
ἀκροφανὴς ἵππειος ἱμάσσεται ὄρθιος αὐχήν,
σεῖο δὲ λαμπομένοιο φαάντερον οὐκέτι λάμπων
ποικίλος εὐφαέεσσι χαράσσεται ἄστρασι λειμών,
χεύμασι δʼ ἀντολικοῖο λελουμένος Ὠκεανοῖο
σεισάμενος γονόεσσαν ἀθαλπέος ἰκμάδα χαίτης
ὄμβρον ἄγεις φερέκαρπον, ἐπʼ εὐώδινι δὲ Γαίῃ
ἠερίης ἠῷον ἐρεύγεαι ἀρδμὸν ἐέρσης,
καὶ σταχύων ὠδῖνας ἀναλδαίνεις σέο δίσκῳ
ῥαίνων ζωοτόκοιο διʼ αὔλακος ὄμπνιον ἀκτήν.
Βῆλος ἐπʼ Εὐφρήταο, Λίβυς κεκλημένος Ἄμμων,
Ἆπις ἔφυς Νειλῷος, Ἄραψ Κρόνος, Ἀσσύριος Ζεύς·
καὶ ξύλα κηώεντα φέρων γαμψώνυχι ταρσῷ
χιλιέτης σοφὸς ὄρνις ἐπʼ εὐόδμῳ σέο βωμῷ
φοίνιξ, τέρμα βίοιο φέρων αὐτόσπορον ἀρχήν,
τίκτεται ἰσοτύποιο χρόνου παλινάγρετος εἰκών,
λύσας δʼ ἐν πυρὶ γῆρας ἀμείβεται ἐκ πυρὸς ἥβην·