Ancient Greek
Book 40, lines 40.295-40.350
Nonnus of Panopolis, Διονυσιακά 40.295-350
Not analysed yet
λαὸν ἀβακχεύτων Ἀράβων ἐδίδαξεν ἀείρειν
μυστιπόλους νάρθηκας· ἀεξιφύτοιο δὲ λόχμης
Νύσια Βοτρυόεντι κατέστεφεν οὔρεα θαλλῷ.
Ἀρραβίης δὲ τένοντα βαθύσκιον ἄλσος ἐάσας
ἀτραπὸν Ἀσσυρίην διεμέτρεε πεζὸς ὁδίτης,
καὶ Τυρίων μενέαινεν ἰδεῖν χθόνα πατρίδα Κάδμου·
κεῖθι γὰρ ἴχνος ἔκαμψε, καὶ ἄσπετα πέπλα δοκεύων
θάμβεεν Ἀσσυρίης ἑτερόχροα δαίδαλα τέχνης,
ἄργυφον εἰσορόων Βαβυλωνίδος ἔργον Ἀράχνης·
καὶ Τυρίῃ σκοπίαζε δεδευμένα φάρεα κόχλῳ,
πορφυρέους σπινθῆρας ἀκοντίζοντα θαλάσσης,
ἧχι κύων ἁλιεργὸς ἐπʼ αἰγιαλοῖσιν ἐρέπτων
ἐνδόμυχον χαροπῇσι γενειάσι θέσκελον ἰχθὺν
χιονέας πόρφυρε παρηίδας αἵματι κόχλου,
χείλεα φοινίξας διερῷ πυρί, τῷ ποτε μούνῳ
φαιδρὸν ἁλιχλαίνων ἐρυθαίνετο φᾶρος ἀνάκτων.
καὶ πόλιν ἀθρήσας ἐπεγήθεεν, ἣν ἐνοσίχθων
οὐ διερῷ μίτρωσεν ὅλῳ ζωστῆρι θαλάσσης,
ἀλλὰ τύπον λάχε τοῖον Ὀλύμπιον, οἷον ὑφαίνει
ἀγχιτελὴς λείπουσα μιῇ γλωχῖνι σελήνη.
καί οἱ ὀπιπεύοντι μέσην χθόνα σύζυγον ἅλμῃ
διπλόον ἔλλαχε θάμβος, ἐπεὶ Τύρος εἰν ἁλὶ κεῖται
εἰς χθόνα μοιρηθεῖσα, συναπτομένη δὲ θαλάσσῃ
τριχθαδίαις λαγόνεσσι μίαν ξυνώσατο μίτρην·
νηχομένῃ δʼ ἀτίνακτος ὁμοίιος ἔπλετο κούρῃ,
καὶ κεφαλὴν καὶ στέρνα καὶ αὐχένα δῶκε θαλάσσῃ,
χεῖρας ἐφαπλώσασα μέση διδυμάονι πόντῳ,
γείτονι λευκαίνουσα θαλασσαίῳ δέμας ἀφρῷ,
καὶ πόδας ἀμφοτέρους ἐπερείσατο μητέρι γαίῃ.
καὶ πόλιν ἐννοσίγαιος ἔχων ἀστεμφέι δεσμῷ
νυμφίος ὑδατόεις περινήχεται, οἷα συνάπτων
πήχεϊ παφλάζοντι περίπλοκον αὐχένα νύμφης.
καὶ Τύρον εἰσέτι Βάκχος ἐθάμβεε, τῇ ἔνι μούνῃ
βουκόλος ἀγχικέλευθος ὁμίλεε γείτονι ναύτῃ
συρίζων παρὰ θῖνα, καὶ αἰπόλος ἰχθυβολῆι
δίκτυον αἶ ἐρύοντι, καὶ ἀντιτύποισιν ἐρετμοῖς
σχιζομένων ὑδάτων ἐχαράσσετο βῶλος ἀρότρῳ·
εἰναλίης δʼ ὀάριζον ὁμήλυδες ἐγγύθι λόχμης
ποιμένες ὑλοτόμοισι, καὶ ἔβρεμεν εἰν ἑνὶ χώρῳ
φλοῖσβος ἁλός, μύκημα βοῶν, ψιθύρισμα πετήλων,
πεῖσμα, φυτόν, πλόος, ἄλσος, ὕδωρ, νέες, ὁλκάς, ἐχέτλη,
μῆλα, δόναξ, δρεπάνη, σκαφίδες, λίνα, λαίφεα, θώρηξ.
καὶ τάδε παπταίνων πολυθαμβέα ῥήξατο φωνήν·
Νῆσον ἐν ἠπείρῳ πόθεν ἔδρακον; εἰ θέμις εἰπεῖν,
τηλίκον οὕ ποτε κάλλος ἐσέδρακον· ὑψιτενῆ γὰρ
δένδρεα συρίζει παρὰ κύματα, Νηρεΐδος δὲ
φθεγγομένης κατὰ πόντον Ἀμαδρυὰς ἐγγὺς ἀκούει,
καὶ Τυρίοις πελάγεσσι καὶ ἀγχιάλοισιν ἀρούραις
πνείων ἐκ Λιβάνοιο μεσημβρινὸς ἁβρὸς ἀήτης
ἄσθματι καρποτόκῳ προχέει νηοσσόον αὔρην,
ψύχων ἀγρονόμον καὶ ναυτίλον εἰς πλόον ἕλκων,
καὶ χθονίην δρεπάνην βυθίῃ πελάσασα τριαίνῃ
φθέγγεται ὑγρομέδοντι θαλυσιὰς ἐνθάδε Δηώ,
κωφῆς ἄβροχον ἅρμα καθιππεύοντι γαλήνης,
ἰθύνειν δρόμον ἶσον ὁμοζήλων ἐπὶ δίφρων,
ὄμπνια μαστίζουσα μετάρσια νῶτα δρακόντων.