Ancient Greek
Book 40, lines 40.446-40.498
Nonnus of Panopolis, Διονυσιακά 40.446-498
Not analysed yet
τεύξατέ μοι σοφὸν ἔργον· ὑπὸ σταμίνεσσι δὲ πυκνοῖς
ἰκρία γομφώσαντες ἐπασσυτέρῳ τινὶ κόσμῳ
συμφερτὴν ἀτίνακτον ἀρηρότι δήσατε δεσμῷ,
δίφρον ἁλός, σχεδίην πρωτόπλοον, ἣ διὰ πόντου
ὑμέας ὀχλίζειε· καὶ ἀγκύλον ἄκρον ἀπʼ ἄκρου
πρωτοπαγὲς δόρυ μακρὸν ὅλον στήριγμα δεχέσθω·
ἰκρία δὲ σταμίνεσσιν ἀρηρότα δήσατε κύκλῳ,
τοίχου δουρατέου πυκινὸν τύπον· ὑψιτενὲς δὲ
σφιγγόμενον δεσμοῖσι μέσον ξύλον ὄρθιον ἔστω·
καὶ λίνεον πλατὺ φᾶρος ἐφάψατε δούρατι μέσσῳ,
συμπλεκέας δὲ κάλωας ἀμοιβαδίς, ὧν ἀπὸ δεσμῶν
ἐκταδὸν ἠερίῳ κολπώσατε φᾶρος ἀήτῃ
ἔγκυον ἐξ ἀνέμου νηοσσόον· ἀρτιπαγῆ δὲ
φράξατε λεπταλέοισι σεσηρότα δούρατα γόμφοις,
πυκνὰ περιστρώσαντες ὁμοζυγέων ἐπὶ τοίχων
ῥίπεσιν οἰσυΐνοις, μὴ φώριον οἶδμα χυθείη
ἐνδόμυχον γλαφυροῖο κεχηνότι δούρατος ὁλκῷ.
καὶ σχεδίης οἴηκα κυβερνητῆρα πορείης
ὑγρῆς ἀτραπιτοῖο πολύστροφον ἡνιοχῆα
πάντοθι δινεύοντες, ὅπῃ νόος ὑμέας ἕλκει,
δουρατέῳ κενεῶνι χαράξατε νῶτα θαλάσσης,
εἰσόκε χῶρον ἵκοισθε μεμορμένον, ὁππόθι δισσαὶ
ἀσταθέες πλώουσιν ἀλήμονες εἰν ἁλὶ πέτραι,
ἃς Φύσις Ἀμβροσίας ἐπεφήμισεν, αἷς ἔνι θάλλει
ἥλικος αὐτόρριζον ὁμόζυγον ἔρνος ἐλαίης,
πέτρης ὑγροπόροιο μεσόμφαλον· ἀκροτάτοις δὲ
αἰετὸν ἀθρήσητε παρεδρήσσοντα κορύμβοις
καὶ φιάλην εὔτυκτον· ἀπὸ φλογεροῖο δὲ δένδρου
θαμβαλέους σπινθῆρας ἐρεύγεται αὐτόματον πῦρ,
καὶ σέλας ἀφλεγέος περιβόσκεται ἔρνος ἐλαίης·
καὶ φυτὸν ὑψιπέτηλον ἕλιξ ὄφις ἀμφιχορεύει,
ἀμφότερον βλεφάροισι καὶ οὔασι θάμβος ἀέξων·
οὐ γὰρ ἀερσιπότητον ἐς αἰετὸν ἄψοφος ἕρπων
λοξὸς ἀπειλητῆρι δράκων περιβάλλεται ὁλκῷ,
οὐδὲ διαπτύων θανατηφόρον ἰὸν ὀδόντων
ὄρνιν ἑαῖς γενύεσσι κατεσθίει, οὐδὲ καὶ αὐτὸς
αἰετὸς ἑρπηστῆρα πολυσπείρητον ἀκάνθαις
ἁρπάξας ὀνύχεσσι μετάρσιος ἠέρα τέμνει,
οὐδέ μιν ὀξυόδοντι καταγράψειε γενείῳ·
οὐδέ τανυπρέμνοιο φυτοῦ πεφορημένος ὄζοις
πυρσὸς ἀδηλήτου περιβόσκεται ἔρνος ἐλαίης,
οὐδὲ δρακοντείων φολίδων σπείρημα μαραίνει
σύννομον ἀγχικέλευθον, ὁμοπλεκέων δὲ καὶ αὐτῶν
οὐ πτερύγων ὄρνιθος ἐφάπτεται ἁλλόμενον πῦρ,
ἀλλὰ φυτοῦ κατὰ μέσσα φίλον σέλας ἀτμὸν ἰάλλει·
οὐδὲ κύλιξ ἀτίνακτος ἐπήορος ὑψόθι πίπτει
σειομένων ἀνέμοισιν ὀλισθήσασα κορύμβων.
καὶ σοφὸν ἀγρεύσαντες ὁμόχρονον ὄρνιν ἐλαίης
αἰετὸν ὑψιπέτην ἱερεύσατε κυανοχαίτῃ,
λύθρον ἐπισπένδοντες ἁλιπλανέεσσι κολώναις
καὶ Διὶ καὶ μακάρεσσι· καὶ ἄστατος οὐκέτι πέτρη
πλάζεται ὑγροφόρητος, ἀκινήτοις δὲ θεμέθλοις
αὐτομάτη ζωσθεῖσα συνάπτεται ἄζυγι πέτρῃ.