Ancient Greek · ~7 min
Book 40, lines 40.499-40.546
Nonnus of Panopolis, Διονυσιακά 40.499-546
Not analysed yet
πήξατε δʼ ἀμφοτέραις ἐπικείμενον ἄστυ κολώναις
ἀμφοτέρης ἑκάτερθεν ἐπὶ κρηπῖδι θαλάσσης.
τοῖον ἔπος μαντῷον ἀνήρυγον· ἐγρόμενοι δὲ
Γηγενέες δεδόνηντο, καὶ οὔασιν αἰὲν ἑκάστου
θέσκελος ἀπλανέων ἐπεβόμβεε μῦθος ὀνείρων.
τοῖσι δʼ ἐγὼ τέρας ἄλλο μετὰ πτερόεντας ὀνείρους
ἀχνυμένοις ἀνέφηνα, φιλόκτιτον ἦθος ἀέξων
ἐσσόμενος πολιοῦχος· ὑπερκύψας δὲ θαλάσσης
ἀντίτυπον μίμημα φέρων ἰσόζυγι μορφῇ
εἰς πλόον αὐτοδίδακτον ἐνήχετο ναυτίλος ἰχθύς·
τὸν τότε παπταίνοντες ἐοικότα νηὶ θαλάσσης
καὶ πλόον εὐποίητον ἄτερ καμάτοιο μαθόντες,
καὶ σχεδίην πήξαντες ὁμοίιον ἰχθύι πόντου
ναυτιλίης τύπον ἶσον ἐμιμήσαντο θαλάσσης.
καὶ πλόος ἦν· πισύρων δὲ λίθων ἰσοελκέι φόρτῳ
ναυτιλίην ἰσόμετρον ἐπιστώσαντο θαλάσσῃ,
καὶ γεράνων ἀτίνακτον ἐμιμήσαντο πορείην.
αἳ στομάτων ἔντοσθεν ἀοσσητῆρα κελεύθου
λᾶαν ἐλαφρίζουσι καταχθέα, μή ποτε κείνων
ἱπταμένων πτερὰ κοῦφα παραπλάγξειεν ἀήτης,
εἰσόκε χῶρον ἐκεῖνον ἐσέδρακον, ἧχι θυέλλαις
εἰς πλόον αὐτοκέλευθον ἐναυτίλλοντο κολῶναι.
καὶ σχεδίην ἔστησαν ἁλιστεφάνῳ παρὰ νήσῳ,
καὶ σπιλάδων ἐπέβαινον, ὅπῃ φυτὸν ἦεν Ἀθήνης.
τοῖσι δὲ μαιομένοισιν ἐφέστιον ὄρνιν ἐλαίης
αἰετὸς ἠερόφοιτος ἑκούσιον εἰς μόρον ἔστη·
Γηγενέες δὲ λαβόντες ἐύπτερον ἔνθεον ἄγρην,
ἂψ ἀνασειράζοντες ὀπισθοτόνοιο καρήνου
γυμνὸν ἐφαπλώσαντες ἐλεύθερον ἀνθερεῶνα,
αἰετὸν αὐτοκέλευθον ἐδαιτρεύσαντο μαχαίρῃ
Ζηνὶ καὶ ὑγρομέδοντι· δαϊζομένου δὲ σιδήρῳ
ἔμφρονος οἰωνοῖο νεοσφαγέων ἀπὸ λαιμῶν
θέσκελον ἔρρεεν αἷμα, θαλασσοπόρους δὲ κολώνας
δαιμονίαις λιβάδεσσιν ἐπερρίζωσε θαλάσσῃ
ἄγχι Τύρου παρὰ πόντον· ἐπʼ ἀρραγέεσσι δὲ πέτραις
Γηγενέες βαθύκολπον ἐδωμήσαντο τιθήνην.
σοὶ μέν, ἄναξ Διόνυσε, πεδοτρεφὲς αἷμα Γιγάντων
ἔννεπον αὐτολόχευτον Ὀλύμπιον, ὄφρα δαείης
ὑμετέρων προγόνων Τυρίην αὐτόχθονα φύτλην·
ἀμφὶ δὲ πηγάων μυθήσομαι· ἀρχέγονοι γὰρ
παρθενικαὶ πάρος ἦσαν ἐχέφρονες, ὧν ἐπὶ μίτρῃ
θερμὸς Ἔρως κεχόλωτο, καὶ ἱμερόεν βέλος ἕλκων
τοῖον ἀλεξιγάμοισιν ἔπος ξυνώσατο Νύμφαις·
Νηὶς Ἀβαρβαρέη φιλοπάρθενε, δέξο καὶ αὐτὴ
τοῦτο βέλος, τό περ ἔσχεν ὅλη φύσις· ἐνθάδε πήξω
παστάδα Καλλιρόης, Δροσερῆς δʼ ὑμέναιον ἀείσω.
ἀλλʼ ἐρέεις· μεθέπω διερὸν γένος, ἐκ δὲ ῥοάων
αὐτοτελὴς γενόμην, καὶ ἐμὴ τροφὸς ἔπλετο πηγή.