Ancient Greek · ~7 min
Book 40, lines 40.46-40.92
Nonnus of Panopolis, Διονυσιακά 40.46-92
Not analysed yet
σπεύδων δʼ ἀντὶ δράκοντος ὀπιπεύω ῥάχιν ἄρκτου·
εἰς λοφιὴν δʼ ἐπίκυρτον ἐμὸν δόρυ θοῦρον ἰάλλω,
ἀλλὰ μάτην τανύω δολιχὸν βέλος· ἀντὶ γὰρ ἄρκτου
φαίνεται ἠερόφοιτος ἀνούτατος ἱπταμένη φλόξ.
κάπρον ἰδὼν ἐπιόντα βοὸς μυκηθμὸν ἀκούω,
ἀντὶ συός τινα ταῦρον ὑπὲρ λοξοῖο μετώπου
παπταίνω χαροπῇσιν ἀκοντίζοντα κεραίαις
ἡμετέρους ἐλέφαντας· ἐγὼ δʼ ἐμὸν ἆορ ἑλίσσω
θηρσὶ πολυσπερέεσσι, καὶ οὐχ ἕνα θῆρα δαμάζω.
καὶ φυτὸν ἀθρήσας τανύω βέλος, ἀλλὰ φυγόντος
νύσσαν ἐς ἠερίην ὁρόω κυρτούμενον ὕδωρ.
ἔνθεν ἐγὼ τρομέων πολυφάρμακα θαύματα τέχνης
φύλοπιν ἀλλοπρόσαλλον ἀλυσκάζω Διονύσου·
ἀλλὰ πάλιν Βρομίῳ θωρήξομαι, ἄχρις ἐλέγξω
μάγγανα τεχνήεντα δολορραφέος Διονύσου.
ὣς εἰπὼν κεκόρυστο τὸ δεύτερον ἠθάδι λύσσῃ,
καὶ πάλιν ἐν πεδίῳ μόθος ἔβρεμε, μαρναμένῳ δὲ
εἰναλίην μετὰ δῆριν ἐθωρήχθη Διονύσῳ·
καὶ προτέρης Βρομίοιο λελασμένος ἔπλετο νίκης,
ὁππότε δενδρήεντι περίπλοκος αὐχένα δεσμῷ
ἱκεσίην πολύευκτον ἀνέσχεθε μάρτυρι Βάκχῳ·
ἀλλὰ πάλιν πρόμος ἔσκε θεημάχος· εἶχε δὲ βουλὴν
διχθαδίην, ἢ Βάκχον ἑλεῖν ἢ δμῶα τελέσσαι.
τρὶς μὲν ἑὸν δόρυ πέμπε, καὶ ἤμβροτεν ἠέρα βάλλων·
ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέδραμεν οἴνοπι Βάκχῳ
εἰς σκοπὸν ἀχρήιστον ἐπήορον ἔγχος ἰάλλων
Δηριάδης ὑπέροπλος, ἑοῦ συνάεθλον ἀγῶνος
γαμβρὸν ἑὸν καλέεσκε, καὶ οὐκέτι φαίνετο Μορρεύς·
ἀλλὰ μεταστρέψασα δολοπλόκον εἶδος Ἀθήνη
δαίμονι βοτρυόεντι παρίστατο· δερκομένου δὲ
δείματι θεσπεσίῳ λύτο γούνατα Δηριαδῆος·
ἔγνω δʼ ἀνδρομέης ἀπατήλιον εἰκόνα μορφῆς
Μορρέος ἀντιτύποιο φέρειν μίμημα προσώπου·
καὶ δόλον ἠπεροπῆα σοφῆς ἐνόησεν Ἀθήνης.
τὴν μὲν ἰδὼν Διόνυσος ἐγήθεεν, ἐν κραδίῃ δὲ
ψευδομένην γίνωσκε συναιχμάζουσαν Ἀθήνην.
καὶ τότε βοτρυόεις κοτέων βακχεύετο δαίμων
ὑψιτενὴς περίμετρος, ἴσος Παρνησσίδι πέτρῃ·
Δηριάδην δʼ ἐδίωκε ταχύδρομον· αὐτὰρ ὁ φεύγων
κοῦφος ἐπειγομέναις ἐτιταίνετο σύνδρομος αὔραις·
ἀλλʼ ὅτε χῶρον ἵκανον, ὅπῃ πολεμητόκον ὕδωρ
κύματι λυσσώοντι γέρων κελάρυζεν Ὑδάσπης,
ἤτοι ὁ μὲν ποταμοῖο παρʼ ᾐόνας ἄπλετος ἔστη,
ὡς γενέτην συνάεθλον ἔχων κελάδοντα μαχητὴν
ὑγρὸν ἀκοντιστῆρα κορυσσομένου Διονύσου,
δαίμων δʼ ἀμπελόεις ταμεσίχροα θύρσον ἰάλλων
ἀκρότατον χρόα μοῦνον ἐπέγραφε Δηριαδῆος.