Ancient Greek
Book 40, lines 40.93-40.137
Nonnus of Panopolis, Διονυσιακά 40.93-137
Not analysed yet
αὐτὰρ ὁ κισσήεντι τυπεὶς φθισήνορι θαλλῷ
πατρῴῳ προκάρηνος ἐπωλίσθησε ῥεέθρῳ,
μηκεδανοῖς μελέεσσι γεφυρώσας ὅλον ὕδωρ
αὐτόματος. χρονίην δὲ θεοὶ μετὰ φύλοπιν Ἰνδῶν
σὺν Διὶ παμμεδέοντι πάλιν νόστησαν Ὀλύμπῳ.
βάκχοι δʼ ἀμφαλάλαζον ἀδηρίτου Διονύσου
δῆριν ἀνευάζοντες, ἀολλίζοντο δὲ πολλοὶ
ἔγχεσιν οὐτάζοντες ὅλον χρόα Δηριαδῆος.
Ὀρσιβόη δʼ ᾤμωξε πολυθρήνων ἐπὶ πύργων,
κείμενον ἀρτιδάικτον ὀδυρομένη παρακοίτην·
πενθαλέοις δʼ ὀνύχεσσι κατέγραφε κύκλα προσώπου,
καὶ σκολιῆς ὤλοψεν ἀκηδέα βότρυν ἐθείρης,
καὶ κόνιν αἰθαλόεσσαν ἑοῦ κατέχευε καρήνου·
Χειροβίη δʼ ὀλόλυξε καταφθιμένοιο τοκῆος,
κυανέους δʼ ἤρασσε βραχίονας, ἀργυδέου δὲ
στέρνον ὅλον γύμνωσε διχαζομένοιο χιτῶνος·
Πρωτονόη δʼ ἀπέδιλος ἑὰς ξύουσα παρειάς,
κύκλα κονισαλέοιο καταισχύνουσα προσώπου,
κλαῖεν ἐπʼ ἀμφοτέροισι καὶ ἀνέρι καὶ γενετῆρι,
διπλόον ἄλγος ἔχουσα, καὶ ἴαχε πενθάδι φωνῇ·
Ἆνερ, ἀπʼ αἰῶνος νέος ὤλεο· κὰδ δʼ ἐμὲ χήρην
ἔλλιπες ἐν μεγάροισιν ἀπειρήτην τοκετοῖο·
νήπιον οὐ τέκον υἷα παραίφασιν· οὐ μετὰ νίκην
νόστιμον ἄνδρα νόησα τὸ δεύτερον, ἀλλὰ σιδήρῳ
αὐτὸς ἑῷ δέδμητο, καὶ οὔνομα δῶκε ῥεέθροις,
καὶ θάνεν ἐν ξείνοισιν, ὅπως ἐμὸν ἄνδρα καλέσσω
ἄσπορον αὐτοδάικτον ἀνόστιμον ὑγρὸν Ὀρόντην.
μύρομαι ἀμφοτέρους καὶ Δηριάδην καὶ Ὀρόντην,
ἶσον ἀποφθιμένους διερὸν μόρον· ἀνδροφόνον γὰρ
Δηριάδην κρύφε κῦμα, ῤόος δʼ ἐκάλυψεν Ὀρόντην.
μητέρι δʼ οὐ γενόμην πανομοίιος· Ὀρσιβόη γὰρ
θυγατέρων ἤεισε καταφθαμένους ὑμεναίους·
Πρωτονόης γάμον εἶδεν, ἐδέξατο γαμβρὸν Ὀρόντην,
Χειροβίην δʼ ἔζευξεν ἀνικήτῳ παρακοίτῃ,
ὃν τρομέει καὶ Βάκχος ὁ τηλίκος· ἀμφιέπει μὲν
Χειροβίη ζώοντα φίλον πόσιν, οὐ δέ ἑ θύρσος,
οὐ ῥόος ἐπρήνιξεν· ἐγὼ δʼ ἄρα διπλόα πάσχω,
ἀνέρος οἰχομένοιο καὶ ὀλλυμένου γενετῆρος.
λῆγε, μάτην σέο παῖδα παρηγορέουσα, τιθήνη,
δός μοι ἔχειν ἐμὸν ἄνδρα, καὶ οὐ γενετῆρα γοήσω·
δεῖξον ἐμοί τινα παῖδα, παρήγορον ἀνδρὸς ἀνίης.
τίς με λαβὼν κομίσειεν ἐς εὐρυρέεθρον Ὑδάσπην,
ὄφρα κύσω φίλον οἶδμα μελισταγέος ποταμοῖο;
τίς με λαβὼν κομίσειεν ἐς ἱερὰ τέμπεα Δάφνης,
ὄφρα περιπτύξαιμι καὶ ἐν προχοῇσιν Ὀρόντην;